- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:75.1-75.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大陷入迷信与恐惧,宫殿充斥占卜与净罪仪式,后因收到有关赫菲斯提昂的神谕而止丧复宴;他在连日痛饮后突发高热,最终于戴西乌斯月三十日离世。
ὁ δʼ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκε τότε πρὸς τὰ θεῖα ταραχώδης γενόμενος καὶ περίφοβος τὴν διάνοιαν,1 οὐδὲν ἦν μικρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων ὃ μὴ τέρας ἐποιεῖτο καὶ σημεῖον ἀλλὰ θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων2 μεστὸν ἦν τὸ βασίλειον.
总之,亚历山大此时向神意屈服,心中充满慌乱与恐惧,在罕见而奇异的事件中,没有一样微小到不被他视作不祥的征兆和预兆,王宫里挤满了献祭者、净罪者和预言者。
οὕτως ἄρα δεινὸν μὲν ἡ ἀπιστία πρὸς τὰ θεῖα καὶ καταφρόνησις αὐτῶν, δεινὴ δὲ αὖθις ἡ δεισιδαιμονία, ἣ, δίκην ὕδατος3 ἀεὶ πρὸς τὸ ταπεινούμενον καταρρέοντος, ἀνεπλήρου ἀβελτερίας κατάφοβον τὸν Ἀλέξανδρον γενόμενον. οὐ μὴν ἀλλὰ καὶ χρησμῶν γε τῶν περὶ Ἡφαιστίωνος ἐκ θεοῦ κομισθέντων ἀποθέμενος τὸ πένθος αὖθις ἦν ἐν θυσίαις καὶ πότοις.
由此可见,对神明的不信和蔑视固然可怕,但另一方面迷信亦同样可怕,它犹如总向低洼处流去的水一般,使陷入恐惧的亚历山大充斥着愚妄。然而,当有关赫菲斯提昂的神谕从神那里传来时,他便除下丧服,再次沉湎于祭祀和饮宴之中。
ἑστιάσας δὲ λαμπρῶς τοὺς περὶ Νέαρχον, εἶτα λουσάμενος, ὥσπερ εἰώθει μέλλων καθεύδειν, Μηδίου δεηθέντος ᾤχετο κωμασόμενος πρὸς αὐτόν κἀκεῖ πιὼν ὅλην τὴν ἐπιοῦσαν ἡμέραν ἤρξατο πυρέττειν, οὔτε σκύφον Ἡρακλέους ἐκπιὼν οὔτε ἄφνω διαλγὴς γενόμενος τὸ μετάφρενον ὥσπερ λόγχῃ πεπληγώς,4 ἀλλὰ ταῦτά τινες ᾤοντο δεῖν γράφειν ὥσπερ δράματος μεγάλου τραγικὸν ἐξόδιον καὶ περιπαθὲς πλάσαντες.
他盛宴款待了尼阿库斯一行之后,照将睡前的惯例洗了澡,又应梅狄乌斯之邀前去他那里纵酒;在那里痛饮了次日整整一天后,他开始发烧——他既没有饮干赫拉克勒斯巨杯,也没有像被长矛击中一样突觉背部剧痛,这些不过是某些人自以为应当像为一部伟大戏剧杜撰悲剧性而凄惨的结局那样写下的编造而已。
Ἀριστόβουλος δέ φησιν αὐτόν πυρέττοντα μανικῶς, διψήσαντα δὲ σφόδρα πιεῖν οἶνον ἐκ τούτου δὲ φρενιτιᾶσαι, καὶ τελευτῆσαι τριακάδι Δαισίου μηνός.
但阿里斯托布鲁斯说,他狂热发烧,口渴难耐,便喝了葡萄酒,因而导致神志错乱,于戴西乌斯月三十日去世。
- 75.1περίφοβος τὴν διάνοιαν
τὴν διάνοιαν 为关系宾格(限定宾格),用于限定形容词 ταραχώδης(“慌乱的”)与 περίφοβος(“恐惧的”)发生作用的范围,即“在心灵上”、“在精神中”。
- 75.1θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων
由形容词 μεστόν(“充满……的”)所支配的表示充盈的属格。这三个现在分词均为实质化(名词化)的阳性属格复数,指人而非抽象仪式,即“献祭之人、净罪之人与行占卜之人”。
- 75.2δίκην ὕδατος
δίκην 是名词 δίκη 的宾格作副词用法,支配其后的属格 ὕδατος,起前置词作用,意为“像水那样”、“照水的方式”。
- 75.3ὥσπερ λόγχῃ πεπληγώς
此处作被动义使用的完成时主动分词 πεπληγώς(源自 πλήσσω)为阳性单数主格,与分词 γενόμενος 的主语(亚历山大)保持一致。与比拟小词 ὥσπερ 连用,表示“犹如被长矛击中一般”。
