← 普鲁塔克

亚历山大大帝传

§74.1-74.4

亚历山大的猜忌与卡山德的恐惧

亚历山大处死闯入者后陷入深重的猜忌,因卡山德嘲笑跪拜礼而对其施暴并驳斥其辩白;这种恐惧深植于卡山德心中,直到他日后称王仍无法抹去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74.1

ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος τὸν μὲν ἄνθρωπον, ὥσπερ ἐκέλευον οἱ μάντεις, ἠφάνισεν αὐτὸς δὲ ἠθύμει καὶ δύσελπις ἦν πρὸς τὸ θεῖον ἤδη καὶ πρὸς τοὺς φίλους ὕποπτος, Μάλιστα δὲ Ἀντίπατρον ἐφοβεῖτο καὶ τοὺς παῖδας, ὧν Ἰόλας μὲν ἀρχιοινοχόος ἦν, ὁ δὲ Κάσανδρος ἀφῖκτο μὲν νεωστί, θεασάμενος δὲ βαρβάρους τινὰς προσκυνοῦντας, ἅτε δὴ τεθραμμένος Ἑλληνικῶς καὶ τοιοῦτο πρότερον μηδὲν ἑωρακώς, ἐγέλασε προπετέστερον.

听了这些话,亚历山大便照占卜师们的指示处死了那人;但他自己却心灰意冷,如今对神意深感绝望,对朋友们也充满猜忌。他尤其惧怕安提帕特及其诸子,其中约拉斯任首席侍酒官,而卡山德则是刚到不久;卡山德因看见一些蛮族人行跪拜之礼,鉴于他自幼受希腊式培养,此前从未见过此类事情,便颇为轻浮地笑出声来。

§74.2

ὁ δὲ Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα ταῖς χερσὶν ἀμφοτέραις ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων, τί λέγεις; ἔφη, τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;1

亚历山大勃然大怒,双手狠狠抓住他的头发,将他的头猛撞在墙上。又有一次,当卡山德企图对控告安提帕特的人有所辩驳时,亚历山大打断他道: “你在说什么? 难道毫无冤屈、仅仅是为了诬告的人,竟会跋涉如此遥远的路途而来吗?”

§74.3

φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτο αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων, ἀναγελάσας ὁ Ἀλέξανδρος, ταῦτα ἐκεῖνα, ἔφη, σοφίσματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον οἰμωξομένων,2 ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε.

卡山德回答说,正是因为远离对质查证之处,这本身就是诬告的证据;亚历山大冷笑一声道: “这正是 亚里士多德那些两头都能辩解的诡辩;但只要查明你们哪怕稍微欺压了这些人,你们就死定了。”

§74.4

τὸ δὲ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥστε ὕστερον χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου φανείσης, ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα καὶ μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.3

总之,据说这种恐惧如此可怕地渗入并在卡山德心灵中扎下洗不掉的深根,以致多年之后,当他早已成为马其顿国王并统治全希腊、在德尔斐漫步观赏诸雕像时,冷不防看见一座亚历山大的雕像,顿时如遭雷击般浑身战栗颤抖,面对那雕像目眩头晕,好不容易才恢复了常态。

语法注3 条
  1. 74.2τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;

    接在疑问句“τί λέγεις;”(你在说什么?)之后表示愤慨或难以置信的“宾格加不定式”结构(感叹性不定式)。意为“受不到任何不公的人难道竟会走这么远的路途来诬告吗?”。τοσαύτην ὁδόν 为表示路程范围的同源宾格(内涵宾格)。

  2. 74.3οἰμωξομένων

    动词 οἰμώζω 的未来中动分词属格复数,意为“将痛哭、将遭殃”。在语法上作独立属格或与 τῶν 呼应,指代施展此类诡辩者或被指控的安提帕特父子一方,并在意义上承接随后条件从句中的第二人称复数谓语 φανῆτε。

  3. 74.4ὥστε ὕστερον χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου φανείσης, ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα καὶ μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.

    由 οὕτω ... ὥστε 引导的长大结果从句,采用宾格加不定式结构。主要动作由不定式 φρῖξαι、κραδανθῆναι 和 ἀναλαβεῖν 承担;其逻辑主语(卡山德)通过一系列宾格分词(βασιλεύοντα, κρατοῦντα, περιπατοῦντα, θεώμενον, πληγέντα, ἰλιγγιάσαντα)贯穿修饰。句中嵌套了独立属格结构 εἰκόνος Ἀλεξάνδρου φανείσης(亚历山大的雕像显现之时)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:74.1-74.4