- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:73.1-73.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在进军巴比伦途中无视迦勒底人的劝阻与群鸦相残的凶兆,后得知占卜祭牲肝脏无叶裂而深感懊悔,遂居于城外。此后又接连发生驯驴踢死狮子以及陌生囚犯私登王座等离奇凶兆。
εἰς δὲ Βαβυλῶνα προάγοντος αὐτοῦ Νέαρχος ἀφίκετο γὰρ αὖθις εἰσπλεύσας Εἰς τὸν Εὐφράτην διὰ τῆς μεγάλης θαλάσσης ἔφη τινὰς ἐντυχεῖν αὐτῷ Χαλδαίους, παραινοῦντας ἀπέχεσθαι Βαβυλῶνος τὸν Ἀλέξανδρον. ὁ δὲ οὐκ ἐφρόντισεν, ἀλλʼ ἐπορεύετο· καὶ πρὸς τοῖς τείχεσι γενόμενος ὁρᾷ κόρακας πολλοὺς διαφερομένους καὶ τύπτοντας ἀλλήλους, ὧν ἔνιοι κατέπεσον παρʼ αὐτόν.
当他向巴比伦进军之时——因为尼阿库斯经由大洋航行,又折返驶入了幼发拉底河——尼阿库斯报告说,有几位迦勒底人遇见了他,奉劝亚历山大远离巴比伦。但他并未理会,而是继续前行;当他来到城墙附近时,看见成群的乌鸦彼此争斗撕咬,其中几只落死在他的身旁。
ἔπειτα μηνύσεως γενομένης κατὰ Ἀπολλοδώρου τοῦ στρατηγοῦ τῆς Βαβυλῶνος ὡς εἴη περὶ αὐτοῦ τεθυμένος,1 ἐκάλει Πυθαγόραν τὸν μάντιν. οὐκ ἀρνουμένου δὲ τὴν πρᾶξιν ἠρώτησε τῶν ἱερῶν τὸν τρόπον, φήσαντος δὲ ὅτι τὸ ἧπαρ ἦν ἄλοβον, παπαὶ, εἶπεν, ἰσχυρὸν τὸ σημεῖον καὶ τὸν Πυθαγόραν οὐδὲν ἠδίκησεν. ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ, καὶ τὰ πολλὰ τῆς Βαβυλῶνος ἔξω κατασκηνῶν καὶ περιπλέων τὸν Εὐφράτην διέτριβεν.
随后,有人告发巴比伦总督阿波罗多罗斯,称其就国王的命运举行了献祭占卜,于是亚历山大召见了占卜师毕达哥拉斯。毕达哥拉斯并不否认此事,王便询问祭牲内脏的情况,得知其肝脏无叶裂时,便说道: “哎呀, 这是一个多么不祥的征兆!” 但他并未加害毕达哥拉斯。不过,他为未曾听从尼阿库斯而心烦意乱,大部分时间都宿营在巴比伦城外,乘船在幼发拉底河上巡游度日。
ἠνώχλει δʼ αὐτὸν σημεῖα πολλά, καὶ γὰρ λέοντα τῶν τρεφομένων μέγιστον καὶ κάλλιστον ἥμερος ὄνος ἐπελθὼν καὶ λακτίσας ἀνεῖλεν. ἀποδυσαμένου δὲ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ παίζοντος2 οἱ νεανίσκοι οἱ σφαιρίζοντες, ὡς ἔδει πάλιν λαβεῖν τὰ ἱμάτια, καθορῶσιν ἄνθρωπον ἐν τῷ θρόνῳ καθεζόμενον σιωπῇ, τὸ διάδημα καὶ τὴν στολὴν τὴν βασιλικὴν περικείμενον.
诸多凶兆令他惴惴不安:原来,在所饲养的狮子中最大、最俊美的一只,竟被一头驯驴扑上前去踢死。此外,当他脱去衣裳准备涂油玩球、正在玩耍之时,与他一同掷球的年轻侍从们在正该去取回衣服的时候,赫然看见一个陌生人正默默坐在王座上,头戴王冠,身披王室长袍。
οὗτος ἀνακρινόμενος ὅστις εἴη, πολὺν χρόνον ἄναυδος ἦν μόλις δὲ συμφρονήσας Διονύσιος μὲν ἔφη καλεῖσθαι, Μεσσήνιος δὲ εἶναι τὸ γένος· ἐκ δέ τινος αἰτίας καὶ κατηγορίας ἐνταῦθα κομισθεὶς ἀπὸ θαλάσσης πολὺν χρόνον γεγονέναι ἐν δεσμοῖς· ἄρτι δὲ αὐτῷ τὸν Σάραπιν ἐπιστάντα τοὺς δεσμοὺς ἀνεῖναι καὶ προαγαγεῖν δεῦρο, καὶ κελεῦσαι λαβόντα τὴν στολὴν καὶ τὸ διάδημα καθίσαι καὶ σιωπᾶν.
这人被盘问是何人时,长久沉默不语;好不容易回过神来,他才说自己名叫狄奥尼修斯,原籍美塞尼亚;因某项罪由与指控从海上被押解至此,带着镣铐被囚禁已久;方才萨拉皮斯神在他面前显现,解开了他的锁链并引他来到这里,命他穿上长袍、戴上王冠,坐在王座上保持沉默。
- 73.2ὡς εἴη περὶ αὐτοῦ τεθυμένος
间接引语中的斜格祈愿语气,将告发内容(“他[总督]为王的事献祭占卜”)作为转述的指控而非既定事实提出。代词 αὐτοῦ 在此指代亚历山大(间接反身用法),而非从句的主语。
- 73.3ἀποδυσαμένου δὲ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ παίζοντος
一种不规则的属格独立结构,由两个不同时态的分词(不定过去时分詞 ἀποδυσαμένου 与现在时分词 παίζοντος)共同修饰代词 αὐτοῦ,表示时间顺序上的承接与持续(“在脱去衣物后,正当他玩耍之际”)。主句的主语则是后文的 οἱ νεανίσκοι。
