← 普鲁塔克

亚历山大大帝传

§72.1-72.4

赫菲斯提昂之死与亚历山大的哀悼

赫菲斯提昂在埃克巴塔那患热病因违背医嘱暴食而亡,亚历山大悲痛欲绝,推行极端的服丧法令,屠杀科赛亚人作为祭祀,并与建筑师斯塔西克拉特斯筹划耗资巨大的奢华葬礼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§72.1

ὡς δὲ ἧκεν εἰς Ἐκβάτανα τῆς Μηδίας καὶ διῴκησε τὰ κατεπείγοντα, πάλιν ἦν ἐν θεάτροις καὶ πανηγύρεσιν, ἅτε δὴ τρισχιλίων αὐτῷ τεχνιτῶν ἀπὸ τῆς Ἑλλάδος ἀφιγμένων. ἔτυχε δὲ περὶ τὰς ἡμέρας ἐκείνας Ἡφαιστίων πυρέσσων· οἷα δὲ νέος καὶ στρατιωτικὸς οὐ φέρων ἀκριβῆ δίαιταν, ἅμα τῷ τὸν ἰατρὸν Γλαῦκον ἀπελθεῖν εἰς τὸ θέατρον1 περὶ ἄριστον γενόμενος καὶ καταφαγὼν ἀλεκτρυόνα ἑφθὸν καὶ ψυκτῆρα μέγαν ἐκπιὼν οἴνου κακῶς ἔσχε καὶ μικρὸν διαλιπὼν ἀπέθανε.

当他抵达米底亚的埃克巴塔那并处理了紧要事务后,便又沉湎于剧场演出与盛大节庆之中,因为适逢有三千名技艺人从希腊赶来投奔他。恰在那些日子里,赫菲斯提昂突患热病;由于他是年轻且具军旅习气之人,忍受不了严格的节食疗法,一趁其医生格劳科斯去剧场的时候,便坐下用午餐,吞吃了一整只熟鸡,又喝干了一大冷壶的葡萄酒,随即病情急转直下,过了不久便溘然长逝。

§72.2

τοῦτο οὐδενὶ λογισμῷ τὸ πάθος Ἀλέξανδρος ἤνεγκεν, ἀλλʼ εὐθὺς μὲν ἵππους τε κεῖραι πάντας ἐπὶ πένθει καὶ ἡμιόνους ἐκέλευσε καὶ τῶν πέριξ πόλεων ἀφεῖλε τὰς ἐπάλξεις, τὸν δὲ ἄθλιον ἰατρὸν ἀνεσταύρωσεν, αὐλοὺς δὲ κατέπαυσε καὶ μουσικὴν πᾶσαν ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον, ἕως ἐξ Ἄμμωνος ἦλθε μαντεία τιμᾶν Ἡφαιστίωνα καὶ θύειν ὡς ἥρωϊ παρακελεύουσα.

亚历山大全然无法以理智承受这一打击,而是立即下令将所有马匹和骡子剪毛服丧,拆毁了周围诸城的雉堞,将那个不幸的医生处以十字架刑,并在军营中长久禁绝一切管笛与乐声,直到阿蒙神庙传来神谕,吩咐他尊崇赫菲斯提昂并将其作为英雄来祭祀为止。

§72.3

τοῦ δὲ πένθους παρηγορίᾳ τῷ πολέμῳ χρώμενος, ὥσπερ ἐπὶ θήραν καὶ κυνηγέσιον ἀνθρώπων ἐξῆλθε καὶ τὸ Κοσσαίων ἔθνος κατεστρέφετο, πάντας ἡβηδὸν ἀποσφάττων· τοῦτο δὲ Ἡφαιστίωνος ἐναγισμὸς ἐκαλεῖτο. τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸν περὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντων ἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην,2 ἐπόθησε μάλιστα τῶν τεχνιτῶν Στασικράτην, μεγαλουργίαν τινὰ καὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομίαις ἐπαγγελλόμενον.

他借用战争来排遣哀痛,宛如出猎围捕人类一般发兵出击,征服了科赛亚人的部族,将所有及龄男子尽数屠杀;这一屠杀被称为“赫菲斯提昂的追悼祭品”。他打算耗资一万塔兰托来操办他的坟墓、葬仪以及周围的装饰,并且要使工艺之巧与筑造之奇胜过耗费的金钱,因此在各色工匠中,他格外青睐斯塔西克拉特斯,此人在标新立异方面夸口能展现出非凡的宏大、胆魄与气派。

§72.4

οὗτος γὰρ αὐτῷ πρότερον ἐντυχὼν ἔφη τῶν ὀρῶν μάλιστα τὸν Θρᾴκιον Ἄθων διατύπωσιν ἀνδρείκελον δέχεσθαι καὶ διαμόρφωσιν ἂν οὖν κελεύῃ, μονιμώτατον ἀγαλμάτων αὐτῷ καὶ περιφανέστατον ἐξεργάσεσθαι τὸν Ἄθων,3 τῇ μὲν ἀριστερᾷ χειρὶ περιλαμβάνοντα μυρίανδρον πόλιν οἰκουμένην, τῇ δὲ δεξιᾷ σπένδοντα ποταμοῦ ῥεῦμα δαψιλὲς εἰς τὴν θάλασσαν ἀπορρέοντος, ταῦτα μὲν οὖν παρῃτήσατο, πολλῷ δὲ ἀτοπώτερα καὶ δαπανηρότερα τούτων σοφιζόμενος τότε καὶ συμμηχανώμενος τοῖς τεχνίταις διέτριβεν.

因为此人早先谒见国王时曾说,在诸山之中,色雷斯的阿索斯山最宜接受人的体态与形貌的塑造;因此王若下令,他便能为王将阿索斯山雕凿成最耐久且最显赫的塑像,使其左手环抱一座拥有一万居民的繁华城镇,右手倾注一条奔流入海的丰沛河川。这项提议当时虽被亚历山大回绝,但在那时,他整日与工匠们一同谋划构思,琢磨着远比这些构想更为荒诞离奇且更为耗资巨大的工程。

语法注3 条
  1. 72.1ἅμα τῷ τὸν ἰατρὸν Γλαῦκον ἀπελθεῖν εἰς τὸ θέατρον

    由副词/介词 ἅμα 支配与格定冠词不定词(τῷ ἀπελθεῖν)构成的紧缩时间状语结构,意为“一……就……”或“正当……之际”。宾格 τὸν ἰατρὸν Γλαῦκον 担任该不定词的逻辑主语。

  2. 72.3ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην

    不定词 ὑπερβαλέσθαι 依附于分词 διανοούμενος。它以 τὴν δαπάνην(开销)为直接宾语,以中性形容词名词化的与格形式 τῷ φιλοτέχνῳ καὶ περιττῷ(凭借技巧与新奇卓越)作为方式或手段与格,其后支配属格 τῆς κατασκευῆς(筑造的),意为“以筑造的匠心奇巧压倒金钱的花费”。

  3. 72.4ἂν οὖν κελεύῃ, μονιμώτατον ἀγαλμάτων αὐτῷ καὶ περιφανέστατον ἐξεργάσεσθαι τὸν Ἄθων

    依附于 ἔφη 的间接引语条件句。对应于直接引语中的未来生动条件句(ἐὰν κελεύῃς, ἐξεργάσομαι),条件从句保留了 ἂν κελεύῃ(第三人称虚拟语气),主句则转换为将来时不定词 ἐξεργάσεσθαι。不定词的宾语为 τὸν Ἄθων,其后并列的分词 περιλαμβάνοντα 和 σπένδοντα 均为阳性宾格,与该山名一致,将山体人格化为立像。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:72.1-72.4