- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:71.1-71.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马其顿军队因受训波斯少年的崛起而在老兵遣散一事上心生怨愤,亚历山大盛怒之下改用波斯禁卫,马其顿士兵遂深感悔悟并苦苦求和,最终与国王达成和解。
τῶν δὲ παίδων τῶν τρισμυρίων, οὓς ἀσκουμένους καὶ μανθάνοντας ἀπέλιπε, τοῖς τε σώμασιν ἀνδρείων φανέντων καὶ τοῖς εἴδεσιν εὐπρεπῶν, ἔτι δὲ καὶ ταῖς μελέταις εὐχέρειαν καὶ κουφότητα θαυμαστὴν ἐπιδειξαμένων, αὐτὸς μὲν ἥσθη, τοῖς δὲ Μακεδόσι δυσθυμία παρέστη καὶ δέος, ὡς ἧττον αὐτοῖς τοῦ βασιλέως προσέξοντος.
他留在后方受训学习的三万名少年,不仅体魄健壮、容貌俊美,更在操演中展现出惊人的敏捷与轻巧;他本人固然欣喜万分,但马其顿人心中却产生了沮丧与恐慌,以为国王今后将不再那么重视他们。
διὸ καὶ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους αὐτοῦ καταπέμποντος ἐπὶ θάλατταν ὕβριν ἔφασαν εἶναι καὶ προπηλακισμόν, ἀνθρώποις ἀποχρησάμενον εἰς ἅπαντα νῦν ἀποτίθεσθαι σὺν αἰσχύνῃ καὶ προσρίπτειν ταῖς πατρίσι καὶ τοῖς γονεῦσιν, οὐ τοιούτους παραλαβόντα.1 πάντας οὖν ἐκέλευον ἀφιέναι καὶ πάντας ἀχρήστους νομίζειν Μακεδόνας, ἔχοντα τοὺς νέους τούτους πυρριχιστάς, σὺν οἷς ἐπιὼν κατακτήσεται τὴν οἰκουμένην.
因此,当他打算将伤病残疾之人送回海边时,他们称这是对他们的侮辱和践踏:把人彻底利用殆尽之后,如今竟带着羞辱将他们抛弃,扔回故乡和父母身边,全然不顾当初接纳他们时并非这副模样。于是他们叫喊着,让他把全体马其顿人都遣散,把全军都视作无用之人,既然他拥有了这些跳战阵舞的年轻后生,大可带上他们去出征征服整个天下。
πρὸς ταῦτα χαλεπῶς ὁ Ἀλέξανδρος ἔσχε, καὶ πολλὰ μὲν ἐλοιδόρησεν αὐτοὺς πρὸς ὀργήν, ἀπελάσας δὲ τὰς φυλακὰς παρέδωκε Πέρσαις καὶ κατέστησεν ἐκ τούτων δορυφόρους καὶ ῥαβδοφόρους, ὑφʼ ὧν ὁρῶντες αὐτὸν παραπεμπόμενον, αὐτοὺς δὲ ἀπειργομένους καὶ προπηλακιζομένους, ἐταπεινοῦντο καὶ διδόντες λόγον εὕρισκον αὑτοὺς ὀλίγου δεῖν2 μανέντας ὑπὸ ζηλοτυπίας καὶ ὀργῆς.
对此亚历山大极为震怒,在盛怒之下严厉痛斥了他们;他将马其顿人驱散,把禁卫之职移交给了波斯人,并从中任命了持矛卫士和执杖侍从。马其顿人眼见国王由波斯人护卫,自己却被阻拦在外、备受羞辱,顿时意气消沉,反躬自省之下,才发觉自己几乎因嫉妒与愤怒而狂乱失常。
τέλος δὲ συμφρονήσαντες ἐβάδιζον ἄνοπλοι καὶ μονοχίτωνες ἐπὶ τὴν σκηνήν, μετὰ βοῆς καὶ κλαυθμοῦ παραδιδόντες ἑαυτούς καὶ χρήσασθαι κελεύοντες ὡς κακοῖς καὶ ἀχαρίστοις. ὁ δʼ οὐ προσίετο, καίπερ ἤδη μαλασσόμενος. οἱ δʼ οὐκ ἀπέστησαν, ἀλλʼ ἡμέρας δύο καὶ νύκτας οὕτω προσεστῶτες καὶ ὀλοφυρόμενοι καὶ κοίρανον ἀνακαλοῦντες ἐκαρτέρησαν.
最终他们取得共识,身着单衣、不携武器走向国王的营帐,伴着哭喊声交出自己,请求国王像对待恶徒和忘恩负义之辈那样处置他们。亚历山大虽已心软,却仍不肯接见。但他们并未离开,而是就这样守立在侧,哀泣哭诉,呼唤着君主,整整坚持了两天两夜。
τῇ δὲ τρίτῃ προελθὼν καὶ θεασάμενος οἰκτροὺς καὶ τεταπεινωμένους ἐδάκρυε πολὺν χρόνον εἶτα μεμψάμενος μέτρια καὶ προσαγορεύσας φιλανθρώπως ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ γράψας πρὸς Ἀντίπατρον ὅπως ἐν πᾶσι τοῖς ἀγῶσι καὶ τοῖς θεάτροις προεδρίαν ἔχοντες ἐστεφανωμένοι καθέζοιντο. τῶν δὲ τεθνηκότων τοὺς παῖδας ὀρφανοὺς ὄντας ἐμμίσθους ἐποίησεν.
到了第三天,他走出营帐,目睹他们凄惨卑微的模样,不禁长时间流泪。随后,他在温和地责备了几句并亲切抚慰之后,赐予丰厚的赏礼解除了那些无力服役者的军务,并写信给安提帕特,要求让他们在一切竞技会和剧场中戴着桂冠坐于首座。此外,他还让战死者的遗孤领取常例薪饷。
- 71.2ἀνθρώποις ἀποχρησάμενον εἰς ἅπαντα νῦν ἀποτίθεσθαι σὺν αἰσχύνῃ καὶ προσρίπτειν ταῖς πατρίσι καὶ τοῖς γονεῦσιν, οὐ τοιούτους παραλαβόντα
宾格分词 ἀποχρησάμενον 与 παραλαβόντα 作不定式 ἀποτίθεσθαι 与 προσρίπτειν 的逻辑主语(指亚历山大)。复合动词 ἀποχράομαι 支配与格 ἀνθρώποις,意为“彻底耗尽某人”。短语 οὐ τοιούτους παραλαβόντα 为修饰逻辑主语的伴随情况分词,意为“接纳他们时并非(如今这般残缺衰竭的)模样”。
- 71.3ὀλίγου δεῖν
此为固定的独立不定式习语,意为“几乎”、“差一点”。在此处修饰分词 μανέντας,表示“几乎因嫉妒与愤怒而陷入狂乱”。
