- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:70.1-70.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡拉诺斯去世后,亚历山大举办饮酒比赛导致数十人丧命。随后他在苏萨举行大规模集体婚礼并替士兵偿还债务,期间骁将安提革涅斯因虚报债务被免职,后因国王担心其自尽而获赦免。
ὁ δὲ Ἀλέξανδρος ἀπὸ τῆς πυρᾶς γενόμενος, καὶ συναγαγὼν πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἐπὶ δεῖπνον, ἀγῶνα προὔθηκε καὶ στέφανον ἀκρατοποσίας. ὁ μὲν οὖν πλεῖστον πιὼν Πρόμαχος ἄχρι χοῶν τεσσάρων προῆλθε· καὶ λαβὼν τὸ νικητήριον, στέφανον ταλαντιαῖον, ἡμέρας τρεῖς ἐπέζησε, τῶν δὲ ἄλλων, ὡς Χάρης φησί, τετταράκοντα καὶ εἷς ἀπέθανον πιόντες, ἰσχυροῦ τῇ μέθῃ κρύους ἐπιγενομένου.1
亚历山大离开火葬柴堆后,召集了许多显贵朋友与将领赴宴,并设立了一场喝纯酒的比赛,以冠冕为优胜奖励。饮酒最多的普罗马科斯喝到了四斛之多;他虽获得了价值一塔兰同的优胜冠冕,却仅仅多活了三天。据沙雷斯所说,其余的人中有四十一人在饮酒后死去,因为在沉醉之后又遭遇了严寒侵袭。
τῶν δὲ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτελῶν, καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴν Δαρείου θυγατέρα Στάτειραν, διανέμων δὲ τὰς ἀρίστας τοῖς ἀρίστοις, κοινὸν δὲ τῶν ἤδη προγεγαμηκότων Μακεδόνων γάμον ἄλλον ἑστιάσας, ἐν ᾧ φασιν ἐννακισχιλίων τῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ὄντων ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰς σπονδὰς δοθῆναι, τά τε ἄλλα θαυμαστῶς ἐλαμπρύνατο καὶ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς διαλύσας, τοῦ παντὸς ἀναλώματος ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν τριάκοντα ταλάντοις γενομένου.2
他在苏萨为伙友们举办集体婚礼时,自己娶了大流士之女斯妲特拉为妻,并将最尊贵的女子分配给最杰出的人,又为此前已经婚配的马其顿人举办了另一场集体婚宴。据说在那场宴席上,受邀赴宴者多达九千人,每人都获赠一只用于奠酒的金杯;他在其他方面也表现得极为奢华,并亲自替欠债者向债权人清偿了债务,全部开销仅比一万塔兰同少一百三十塔兰同。
ἐπεὶ δὲ Ἀντιγένης ὁ ἑτερόφθαλμος ὡς ὀφείλων ἀπεγράψατο ψευδῶς, καὶ παραγαγών τινα φάσκοντα δεδανεικέναι πρὸς τὴν τράπεζαν, ἀπέτισε τὸ ἀργύριον, εἶτʼ ἐφωράθη ψευδόμενος, ὀργισθεὶς ὁ βασιλεὺς ἀπήλασε τῆς αὐλῆς αὐτὸν καὶ παρείλετο τὴν ἡγεμονίαν. ἦν δὲ λαμπρὸς ἐν τοῖς πολεμικοῖς ὁ Ἀντιγένης καὶ ἔτι δὲ νέος ὤν, Φιλίππου πολιορκοῦντος Πέρινθον, ἐμπεσόντος αὐτῷ καταπελτικοῦ βέλους εἰς τὸν ὀφθαλμόν, οὐ παρέσχε βουλομένοις ἐξελεῖν τὸ βέλος οὐδὲ ὑφήκατο πρὶν ὤσασθαι προσμαχόμενος καὶ κατακλεῖσαι τοὺς πολεμίους εἰς τὸ τεῖχος.
然而,独眼的安提革涅斯弄虚作假,谎报自己负债,并带了一个声称放贷给他的人前往汇兑所结算领款,随后谎言败露,国王大怒,将他逐出宫廷并剥夺了他的指挥权。安提革涅斯在战事上素有显赫战功;在他尚年轻、腓力包围佩林托斯时,一支弩炮的箭射中了他的眼睛,但他不仅不肯顺从那些想要为他拔出箭镞的人,甚至在迎战击退敌人并将他们围困在城墙内之前未曾后退半步。
οὐ μετρίως οὖν τότε τὴν ἀτιμίαν ἔφερεν, ἀλλὰ δῆλος ἦν ἑαυτὸν ὑπὸ λύπης καὶ βαρυθυμίας διαχρησόμενος.3 καὶ τοῦτο δείσας ὁ βασιλεὺς ἀνῆκε τὴν ὀργὴν καὶ τὰ χρήματα ἔχειν ἐκέλευσεν αὐτόν.
因此,他当时难以忍受这般耻辱,显然正企图因悲痛与绝望而自尽。国王见状心生担忧,便消解了怒气,下令准许他保有那些钱财。
- 70.1ἰσχυροῦ τῇ μέθῃ κρύους ἐπιγενομένου
ἰσχυροῦ κρύους ἐπιγενομένου 是独立属格结构,置于其中的 τῇ μέθῃ 是复合动词 ἐπιγίγνομαι(降临于……之上、叠加)所要求的与格补足语,表明严寒是在他们酩酊大醉的状态下雪上加霜。
- 70.2ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν τριάκοντα ταλάντοις γενομένου
属于独立属格 τοῦ παντὸς ἀναλώματος ... γενομένου 的内部结构。比较级形容词 ἐλάσσονος 支配比较属格 μυρίων ταλάντων(一万塔兰同),而 ἑκατὸν τριάκοντα ταλάντοις 则是表示差额程度的与格(dative of degree/measure)。整句指总额为“比一万塔兰同少一百三十塔兰同”(即九千八百七十塔兰同)。
- 70.4δῆλος ἦν ἑαυτὸν ὑπὸ λύπης καὶ βαρυθυμίας διαχρησόμενος
形容词 δῆλος 与系动词 ἦν 构成人称结构(personal construction),后接分词 διαχρησόμενος,字面意为“他是显然要……的”。未来分词表示企图或即刻发生的行为,及物动词 διαχράομαι 与自身反身代词宾格 ἑαυτόν 连用,构成“自杀、自尽”之意。
