← 普鲁塔克

亚历山大大帝传

§69.1-69.4

居鲁士之墓与智者卡拉诺斯自焚

亚历山大抵达波西斯后按惯例赏赐妇女,处死了盗掘居鲁士陵墓之人并感怀其墓铭;随后患病的智者卡拉诺斯自愿登上火葬柴堆自焚引决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.1

ἐν δὲ Πέρσαις πρῶτον μὲν ἀπέδωκε τὸ νόμισμα ταῖς γυναιξίν, ὥσπερ εἰώθεισαν οἱ βασιλεῖς, ὁσάκις εἰς Πέρσας ἀφίκοιντο, διδόναι χρυσοῦν ἑκάστῃ, καὶ διὰ τοῦτο φασιν ἐνίους μὴ πολλάκις, Ὦχον δὲ μηδὲ ἅπαξ εἰς Πέρσας παραγενέσθαι, διὰ μικρολογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυτόν.

在波西斯,他首先按照历代国王在到达波西斯时给每名妇女一枚金币的惯例,将钱财分发给妇女们;据说由于这个缘故,有的国王很少前来,而奥库斯甚至因吝啬自绝于故土,一次也不曾涉足波西斯。

§69.2

ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοι Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων ὁ πλημμελήσας, ὄνομα Πολύμαχος. τὴν δὲ ἐπιγραφὴν ἀναγνούς ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν. εἶχε δὲ οὕτως· ὦ ἄνθρωπε, ὅστις εἶ καὶ ὅθεν ἥκεις, ὅτι μὲν γὰρ ἥξεις, οἶδα,1 ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν, μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς2 ἣ τοὐμὸν σῶμα περικαλύπτει.

接着,他发现居鲁士的陵墓遭到盗掘,便将作恶者处死,尽管这个犯下重罪的人是佩拉的名门之后,名叫波吕马科斯。在读过墓上的铭文后,亚历山大下令在下方用希腊字母刻上副铭。铭文的内容如下: “人啊,无论你是谁,从何处来——因为我知道你必然会来——,我是居鲁士,为波斯人赢得了帝国;因此,切莫吝惜这覆盖着我躯体的方寸之地。”

§69.3

ταῦτα μὲν οὖν ἐμπαθῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν, ἐν νῷ λαβόντα τὴν ἀδηλότητα καὶ μεταβολήν. ὁ δὲ Καλανὸς ἐνταῦθα χρόνον οὐ πολὺν ὑπὸ κοιλίας ἐνοχληθείς ᾐτήσατο πυρὰν αὑτῷ γενέσθαι, καὶ κομισθεὶς ἵππῳ πρὸς αὐτήν, ἐπευξάμενος καὶ κατασπείσας ἑαυτοῦ καὶ τῶν τριχῶν ἀπαρξάμενος, ἀναβαίνων ἐδεξιοῦτο τοὺς παρόντας τῶν Μακεδόνων, καὶ παρεκάλει τὴν ἡμέραν ἐκείνην ἡδέως γενέσθαι καὶ μεθυσθῆναι μετὰ τοῦ βασιλέως, αὐτὸν δὲ ἐκεῖνον ἔφη μετʼ ὀλίγον χρόνον ἐν Βαβυλῶνι ὄψεσθαι.

这些话使亚历山大深为触动,他在心中思量着人事的无常与沧桑变迁。 在此期间,卡拉诺斯受到短暂的肠胃疾患折磨,便请求为自己准备一座火葬柴堆。他乘马被载运至柴堆前,祈祷后在自己身上奠酒,并剪下头发献作初祭;随后登上柴堆,与在场的马其顿人一一握手致意,劝勉他们欢度今日、与国王痛饮,并说自己不久后将在巴比伦见到国王本人。

§69.4

ταῦτα δʼ εἰπών κατακλιθεὶς καὶ συγκαλυψάμενος οὐκ ἐκινήθη τοῦ πυρὸς πλησιάζοντος, ἀλλʼ ἐν ᾧ κατεκλίθη σχήματι, τοῦτο διατηρῶν ἐκαλλιέρησεν ἑαυτὸν3 τῷ πατρίῳ νόμῳ τῶν ἐκεῖ σοφιστῶν, τοῦτο πολλοῖς ἔτεσιν ὕστερον ἄλλος Ἰνδὸς ἐν Ἀθήναις Καίσαρι συνὼν ἐποίησε· καὶ δείκνυται μέχρι νῦν τὸ μνημεῖον Ἰνδοῦ προσαγορευόμενον.

说完这些,他躺卧下来并遮盖好身体;火势逼近时他纹丝不动,而是保持着躺下的姿势,依循彼地智者的祖传法规将自己奉为吉兆的牺牲。多年之后,另一名在雅典伴随凯撒的印度人也做出了同样的事;直至今日,人们仍指认着那座被称为“印度人之冢”的纪念碑。

语法注3 条
  1. 69.2ὅτι μὲν γὰρ ἥξεις, οἶδα

    夹在呼语部分(ὦ ἄνθρωπε, ὅστις εἶ καὶ ὅθεν ἥκεις)与主句(ἐγὼ Κῦρός εἰμι ...)之间的插入小句。ὅτι 从句倒置在动词 οἶδα 之前,γάρ 起到解说并强化语气的连接作用,说明先行呼告的依据(“因为我知道你必会来到”)。

  2. 69.2μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς

    动词 φθονέω(吝惜、嫉妒)支配表对象的与格(μοι)和表所吝惜之物的属格(τῆς ὀλίγης ... γῆς)。否定词 μή 搭配不定过去时虚拟式(φθονήσῃς),构成禁止句。

  3. 69.4ἐκαλλιέρησεν ἑαυτὸν

    动词 καλλιερέω 本义为“献上吉兆之祭”或“获得吉兆”。此处带反身代词 ἑαυτόν 作直接宾语,构成一种特殊的用法,意为“将自身作为吉祥的牺牲奉献给神明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:69.1-69.4