← 普鲁塔克

亚历山大大帝传

§68.1-68.4

航海远征计划与惩治各地反叛总督

亚历山大在听取航海汇报后图谋开展更大规模的航行远征,但由于帝国因其生死存亡的不确定性陷入叛乱与秩序崩坏,他遂沿途严惩腐败将领及总督阿布勒忒斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§68.1

ἐνταῦθα τῶν περὶ Νέαρχον ἀναβάντων πρὸς αὐτόν ἡσθεὶς καὶ διακούσας τὰ περὶ τὸν πλοῦν, ὥρμησεν αὐτὸς πλεύσας κατὰ τὸν Εὐφράτην στόλῳ μεγάλῳ, εἶτα περὶ τὴν Ἀραβίαν καὶ τὴν Λιβύην παρακομισθείς διὰ στηλῶν Ἡρακλείων ἐμβαλεῖν εἰς τὴν ἐντὸς θάλασσαν, καὶ πλοῖα παντοδαπὰ περὶ Θάψακον ἐπήγνυτο, καὶ συνήγοντο ναῦται καὶ κυβερνῆται πανταχόθεν.

此时,当尼阿库斯一行人来到他面前时,亚历山大十分欣喜,听取了关于航行的详细汇报后,便决意亲自率领大舰队沿幼发拉底河顺流而下,接着绕行阿拉伯和利比亚,穿过赫拉克勒斯之柱突入内海;于是在萨普萨库斯周围建造起各色船只,并从各地召集水手与舵手。

§68.2

ἡ δὲ ἄνω στρατεία χαλεπὴ γενομένη καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ1 τά τε ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός.

然而,内陆远征的艰难困苦、在马罗伊人处的负伤,以及据传大军遭受的惨重伤亡,使人们怀疑他能否生还,这激起了属民的叛乱,并在诸将领与总督心中滋生了诸多不义、贪婪与专横,普遍的动荡与叛逆思潮席卷了所有地方。

§68.3

ὅπου καὶ πρὸς Ἀντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτρα στασιάσασαι διείλοντο τὴν ἀρχήν, Ὀλυμπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακεδονίαν παραλαβοῦσα. καὶ τοῦτο ἀκούσας Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴν μητέρα· Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναι βασιλευομένους2 ὑπὸ γυναικός. διὰ ταῦτα Νέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν, ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴν παραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν.

甚至奥林匹亚丝与克利奥帕特拉也与安提帕特产生内讧,瓜分了政权,奥林匹亚丝接管了厄庇鲁斯,克利奥帕特拉则占据了马其顿。亚历山大听闻此事后,说自己的母亲考虑得更为明智;因为马其顿人是绝不会容忍受女人统治的。出于这些缘故,他决意让整个沿海一带战火四起,便派尼阿库斯重回海上,而他自己则一路前行,惩治那些为非作歹的将领。

§68.4

τῶν δὲ Ἀβουλήτου παίδων ἕνα μὲν Ὀξυάρτην αὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλήτου δὲ μηδὲν τῶν ἀναγκαίων παρασκευάσαντος, ἀλλʼ ἢ3 τρισχίλια τάλαντα νομίσματος αὐτῷ προσαγαγόντος, ἐκέλευσε τοῖς ἵπποις τὸ ἀργύριον παραβαλεῖν. ὡς δʼ οὐκ ἐγεύοντο, φήσας, τί οὖν ὄφελος ἡμῖν τῆς σῆς παρασκευῆς; καθεῖρξε τὸν Ἀβουλίτην.

在阿布勒忒斯的诸子中,他亲手用长矛刺死了一人奥克苏亚耳忒斯;而鉴于阿布勒忒斯未准备任何必需的物资,只给他送来了三千塔兰同钱币,亚历山大便下令将这笔银钱扔给战马。见战马并不去吃,他便说: “那么,你所筹备的东西对我们究竟有何用处?” 随即将阿布勒忒斯关入大牢。

语法注3 条
  1. 68.2ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ

    ἀπιστίᾳ 为表示原因的与格(“由于……的不信任/怀疑”)。τῆς σωτηρίας αὐτοῦ 作其修饰语,充当宾格性属格,意指对他能否安全生还所产生的怀疑。

  2. 68.3οὐκ ἂν ὑπομεῖναι βασιλευομένους

    间接引语中的 ἄν 搭配不定词(ὑπομεῖναι),源自直陈式过去时或祈愿式搭配 ἄν 的潜在/推测语气(“将无法容忍”)。分词 βασιλευομένους 与不定词的逻辑主语(宾格的 Μακεδόνας)保持性数格一致,作状语或补足成分表示“受……统治”。

  3. 68.4ἀλλʼ ἢ

    紧接在否定词(μηδέν)之后的习惯搭配 ἀλλʼ ἤ,意为“除……之外”、“仅仅”。此处用来强调阿布勒忒斯完全没有备办任何必需物资,“只带来了三千塔兰同钱币”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:68.1-68.4