- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:67.1-67.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大休整军队后,以长达七天的巴克科斯式狂饮巡游穿过卡尔马尼亚,并在抵达吉德罗西亚王宫后举办节庆,当众亲吻了获胜的宠童巴戈阿斯。
ἀναλαβὼν οὖν ἐνταῦθα τὴν δύναμιν ἐξώρμησε κώμῳ χρώμενος ἐφʼ ἡμέρας ἑπτὰ διὰ τῆς Καρμανίας, αὐτὸν μὲν οὖν ἵπποι σχέδην ἐκόμιζον ὀκτώ, μετὰ τῶν ἑταίρων ὑπὲρ θυμέλης ἐν ὑψηλῷ καὶ περιφανεῖ πλαισίῳ πεπηγυίας εὐωχούμενον συνεχῶς ἡμέρας καὶ νυκτός· ἅμαξαι δὲ παμπληθεῖς, αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις, αἱ δʼ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις,1 εἵποντο τοὺς ἄλλους ἄγουσαι φίλους καὶ ἡγεμόνας ἐστεφανωμένους καὶ πίνοντας.
于是,他在那里休整了军队,随后以狂欢巡游的方式行军七日,穿过了卡尔马尼亚。他自己由八匹马缓缓拉着,与同伴们在一座架设于高大显眼的台架上的戏台上,昼夜不停地欢宴;无数马车紧随其后,有的饰以紫红色与斑斓的帷幔,有的用常新苍翠的林木枝条遮蔽,载着其他头戴花冠、开怀畅饮的朋友和将领们。
εἶδες δʼ ἂν2 οὐ πέλτην, οὐ κράνος, οὐ σάρισαν, ἀλλὰ φιάλαις καὶ ῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται βαπτίζοντες ἐκ πίθων μεγάλων καὶ κρατήρων ἀλλήλοις προέπινον, οἱ μὲν ἐν τῷ προάγειν ἅμα καὶ βαδίζειν, οἱ δὲ κατακείμενοι. πολλὴ δὲ μοῦσα συρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦ καὶ βακχείας γυναικῶν κατεῖχε πάντα τόπον.
人们在那里见不到一面小盾、一顶头盔或一杆长矛,相反,士兵们沿途用宽口杯、饮角和泰里克勒杯从大酒瓮和调酒缸中舀酒,彼此敬酒祝饮,有的在行进走动中开怀,有的则斜卧对酌。四处洋溢着排箫与笛管的吹奏、歌咏与弹拨的音律,以及妇人们如巴克科斯信徒般的狂乱欢叫。
τῷ δὲ ἀτάκτῳ καὶ πεπλανημένῳ τῆς πορείας παρείπετο καὶ παιδιὰ βακχικῆς ὕβρεως, ὡς τοῦ θεοῦ παρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸν κῶμον. ἐπεὶ δὲ ἧκε τῆς Γεδρωσίας εἰς τὸ βασίλειον, αὖθις ἀνελάμβανε τὴν στρατιὰν πανηγυρίζων.
伴随着这散漫游荡的行进,还有巴克科斯式放纵戏谑的狂闹,仿佛神明亲自临在并为这支狂欢队伍护送。当他抵达吉德罗西亚的王宫时,便再次举办节日庆典,使大军得到休养。
λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν3 ἀγῶνας χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρʼ αὐτόν· ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.
据说,他在沉醉中观看歌舞队的竞技,其宠童巴戈阿斯在舞蹈中获胜,盛装穿过剧场来到他身旁坐下;马其顿人见状欢呼鼓掌,大声催促他亲吻少年,直到他搂过巴戈阿斯热烈亲吻方才罢休。
- 67.1αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις, αἱ δʼ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις
前半句(αἱ μέν)省略了如 σκιαζόμεναι(或表示遮盖的被动分词),与后半句(αἱ δʼ ... σκιαζόμεναι)并列呼应。两句中的与格(ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις 与 κλάδοις)皆表示遮蔽所用的工具与材料。
- 67.2εἶδες δʼ ἂν
由 ἄν 与直陈式不定过去时第二人称单数(εἶδες)构成的过去潜在句,用于泛指观察者:“(若在场的人)本会看见 / 本能看见”。
- 67.4λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν
由非人称动词 λέγεται 引领的连续宾格加不定式结构(间接引语):首先是 αὐτόν 作 θεωρεῖν 的主语,随后通过 δέ 承接 τὸν δὲ ἐρώμενον Βαγώαν ... νικῆσαι ... καθίσαι,以及 ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν,形成结构连贯的复合并列句。
