← 普鲁塔克

亚历山大大帝传

§66.1-66.3

抵达大洋与穿越荒漠的惨痛损失

亚历山大率军抵达成大洋并献祭折返后,令舰队由沿海环航,自己则率步兵穿越荒漠,途中因饥荒与恶劣环境损失了大部军队,历尽艰辛方抵达吉德罗西亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

ἡ δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν θάλατταν ὑπαγωγὴ μηνῶν ἑπτὰ χρόνον ἀνάλωσεν. ἐμβαλὼν δὲ ταῖς ναυσὶν εἰς τὸν Ὠκεανόν ἀνέπλευσε1 πρὸς νῆσον ἣν Σκιλλοῦστιν αὐτὸς ὠνόμασεν, ἕτεροι δὲ Ψιλτοῦκιν. ἐνταῦθα δὲ ἀποβὰς ἔθυε τοῖς θεοῖς, καὶ τὴν φύσιν ἐπεῖδε τοῦ πελάγους καὶ τῆς παραλίας ὅσον ἐφικτὸν ἦν. εἶτα ἐπευξάμενος μηδένα μετʼ αὐτὸν ἀνθρώπων ὑπερβῆναι2 τοὺς ὅρους τῆς στρατείας ἀνέστρεφε.

沿河顺流航行至大海耗费了七个月的时间。他率船队驶入大洋后,航行到一座被他自己命名为斯基卢斯蒂斯、而他人称作普西尔图基斯的岛屿。他在那里登岸,向众神献祭,并在力所能及的范围内考察了大海和海岸的形势。随后,他祈愿在他之后再无任何人能超越他远征的边界,便率军折返。

§66.2

καὶ τὰς μὲν ναῦς ἐκέλευσε περιπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας, ἡγεμόνα μὲν Νέαρχον ἀποδείξας, ἀρχικυβερνήτην δὲ Ὀνησίκριτον αὐτὸς δὲ πεζῇ διʼ Ὠρειτῶν πορευόμενος εἰς ἐσχάτην ἀπορίαν προήχθη καὶ πλῆθος ἀνθρώπων ἀπώλεσεν, ὥστε τῆς μαχίμου δυνάμεως μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν. καίτοι δώδεκα μὲν μυριάδες ἦσαν οἱ πεζοί, τὸ δʼ ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους.

他命令船队将印度保持在右侧沿海环航,任命尼阿卡斯为指挥官,奥内西克里图斯为首席舵手;他自己则由陆路穿过奥雷泰人的土地,陷入极度的困境之中,损失了大批兵员,以致未能从印度带回哪怕四分之一的战斗兵力。尽管此前步兵曾多达十二万人,骑兵也达到一万五千人。

§66.3

ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονηραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους ὁ λιμὸς διέφθειρεν,3 ἄσπορον χώραν ἐπιόντας4 ἀνθρώπων κακοβίων, ὀλίγα καὶ ἀγεννῆ πρόβατα κεκτημένων, ἃ τοὺς θαλαττίους ἰχθῦς εἰθισμένα προσφέρεσθαι5 σάρκα μοχθηρὰν εἶχε καὶ δυσώδη. μόλις οὖν ἐν ἡμέραις ἑξήκοντα ταύτην διελθὼν καὶ τῆς Γεδρωσίας ἁψάμενος εὐθὺς ἐν ἀφθόνοις ἦν πᾶσι, τῶν ἔγγιστα σατραπῶν καὶ βασιλέων παρασκευασάντων.

然而,沉重的疾病、恶劣的口粮、酷烈的燥热,以及尤其是饥荒吞噬了绝大部分人,因为他们正穿过一片贫瘠不毛、住民生活艰难的土地,那些人只拥有少量劣质的羊只,而这些羊习惯于吃海鱼,因此肉质粗劣且散发恶臭。因此,他在六十天内艰难穿过此地并抵达吉德罗西亚后,立刻便万物充盈,因为临近的省督和国王们已备齐了物资。

语法注5 条
  1. 66.1ἀνέπλευσε

    动词 ἀναπλέω 通常指“逆流而上”或“出海航行”,此处表示从河口驶出,开往大洋中的岛屿。

  2. 66.1ἐπευξάμενος μηδένα μετʼ αὐτὸν ἀνθρώπων ὑπερβῆναι

    表示祈求、祈愿的动词 ἐπεύχομαι 后接带有否定代词 μηδένα 的宾格不定式结构(μηδένα... ὑπερβῆναι),充当表达祈愿内容的宾语从句。

  3. 66.3ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονηραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους ὁ λιμὸς διέφθειρεν

    虽然主语由 καὶ... καὶ... 并列了 νόσοι、δίαιται、καύματα 以及 ὁ λιμός,但单数谓语动词 διέφθειρεν 仅与在距离上最近的最后一个主语 ὁ λιμός 保持数的一致;同时最高级宾语 πλείστους 突出了饥荒是致死人数最多的主要祸因。

  4. 66.3ἐπιόντας

    现在分词阳性复数宾格,修饰 διέφθειρεν 的宾语(πλείστους)或行军中的全体部队,在此作伴随状况或原因从属修饰(“当他们穿过……”)。

  5. 66.3ἃ τοὺς θαλαττίους ἰχθῦς εἰθισμένα προσφέρεσθαι

    关系代词 ἃ 先行词为中性复数名词 πρόβατα(羊),完成时分词 εἰθισμένα 与之保持一致。中动相不定式 προσφέρεσθαι 在此表示“食用、进食”,以宾格 τοὺς θαλαττίους ἰχθῦς 为直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:66.1-66.3