← 普鲁塔克

亚历山大大帝传

§65.1-65.4

卡拉努斯与丹达米斯以及兽皮的比喻

亚历山大遣使拜访隐修的大哲,傲慢的卡拉努斯与温和的丹达米斯给出了截然不同的反应。后来卡拉努斯被说服面见国王,并用干硬的兽皮作比,警示亚历山大治理帝国应固守中心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65.1

τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος πρὸς δὲ τοὺς ἐν δόξῃ μάλιστα καί καθʼ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτὸν, ὁ δὲ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων.

于是亚历山大赏赐并释放了这些人,但对那些声望最高、独居清修的哲人,他派遣了奥内西克里图斯,请求他们前来会见;这奥内西克里图斯是一位曾跟随犬儒派狄奥根尼受教的哲学家。

§65.2

καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καί τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων1 ἄλλως δὲ οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδʼ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι, καί διακούσαντα περὶ Σωκράτους καί Πυθαγόρου καί Διογένους εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι.

据他说,卡拉努斯极其傲慢粗暴地命令他脱去内衣、赤身聆听教诲,否则决不与他交谈,纵然他是从宙斯那里来也不行;而丹达米斯则温和得多,在听罢有关苏格拉底、毕达哥拉斯和狄奥根尼的介绍后,他说这些人依他看来天赋极高,但生活得过于敬畏礼法。

§65.3

ἄλλοι δέ φασι τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλʼ ἢ τοσοῦτον μόνον2 τίνος χάριν ὁ Ἀλέξανδρος ὁδὸν τοσαύτην δεῦρʼ ἦλθε; τὸν μέντοι Καλανὸν ἔπεισεν ὁ Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξανδρον. ἐκαλεῖτο δὲ Σφίνης ἐπεὶ δὲ κατʼ Ἰνδικὴν γλῶτταν τῷ καλὲ προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο, Καλανὸς ὑπὸ τῶν Ἑλλήνων ὠνομάσθη. τοῦτον δὲ λέγεται καί τὸ παράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προθέσθαι.

然而另有人说,丹达米斯除此一句之外什么也没说: “亚历山大究竟是为了什么,竟走过如此遥远的路程来到这里?” 不过,塔克西莱斯说服了卡拉努斯去见亚历山大。他的本名叫斯菲内斯,但因为他用印度语言同相遇之人打招呼时,以“卡莱”代替希腊人的问候语“你好”,遂被希腊人称为卡拉努斯。据说向亚历山大展示治国譬喻的也是此人。

§65.4

καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαν τινὰ ξηρὰν καί κατεσκληκυῖαν ἐπάτησε τὸ ἄκρον ἡ δὲ εἰς ἓν πιεσθεῖσα τοῖς ἄλλοις ἐπήρθη μέρεσι. καί τοῦτο περιϊὼν ἐν κύκλῳ καί πιέζων καθʼ ἕκαστον ἐδείκνυε γιγνόμενον, ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κατέσχε καί πάντα οὕτως ἠρέμησεν. ἐβούλετο δὲ ἡ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μακρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον.3

因为他把一张风干硬化的兽皮扔在当中,踩在其边缘,结果一边被压下,其余部分就翘了起来。他绕着兽皮走成一圈,在每一处轮番踩压,展示总是出现这种情形,直到他站到中心压住它,整张皮才由此平稳不动。这一比喻意在表明,亚历山大最应当压住帝国的中心,而不该流徙漂泊至遥远之境。

语法注3 条
  1. 65.2ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων

    宾格分词 ἀποδύντα 与谓词形容词 γυμνόν 作不定式 ἀκροᾶσθαι 的逻辑主语(使者奥内西克里图斯)之同位成分,受动词 κελεύειν 支配。动词 κελεύω 支配带宾格的不定式结构,意为“命令(他)脱去内衣、赤身聆听教诲”。

  2. 65.3οὐδὲν εἰπεῖν ἀλλʼ ἢ τοσοῦτον μόνον

    否定词 οὐδέν 后的 ἀλλʼ ἤ 属于固定习语,意为“除……之外(不)”(相当于 other than / except)。τοσοῦτον μόνον(“唯有这许多/仅此一句”)作其排除对象的宾格补足语。

  3. 65.4τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μακρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον

    定冠词引导的属格不定式 τοῦ δεῖν 用作名词 ἔνδειξις(“表明/显示”)的同位性或解释性属格(“表明……之必要”)。同时,非人称动词 δεῖν 又支配了两个不定式 πιέζειν 与 ἀποπλανᾶσθαι,其逻辑主语为宾格的 τὸν Ἀλέξανδρον,构成嵌套式的不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:65.1-65.4