← 普鲁塔克

亚历山大大帝传

§64.1-64.5

亚历山大与十名裸体哲学的问答

亚历山大以死相胁向俘获的十名裸体哲学家提出难题,哲学家们巧妙作答,担任裁判者亦凭借机智化解了处决的威胁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§64.1

τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστα τὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶ κακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόντας λαβὼν δέκα, δεινοὺς δοκοῦντας εἶναι περὶ τὰς ἀποκρίσεις καὶ βραχυλόγους, ἐρωτήματα προὔβαλεν αὐτοῖς ἄπορα, φήσας ἀποκτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενον πρῶτον, εἶτα ἐφεξῆς οὕτω τοὺς ἄλλους ἕνα δὲ τὸν πρεσβύτατον ἐκέλευσε κρίνειν.

亚历山大抓住了十名最极力怂恿萨巴斯叛乱并给马其顿人带来最多祸患的裸体哲学家,这些人被认为长于应对且言语简练;他向他们提出了一些疑难问题,声言要先处死回答不正确的人,随后依次处死其余人,并命令其中最年长的一人担任裁判。

§64.2

ὁ μὲν οὖν πρῶτος ἐρωτηθείς πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας ἢ τοὺς τεθνηκότας, ἔφη τοὺς ζῶντας οὐκέτι γὰρ εἶναι τοὺς τεθνηκότας. ὁ δὲ δεύτερος, πότερον τὴν γῆν ἢ τὴν θάλατταν μείζονα τρέφειν θηρία, τὴν γῆν ταύτης γὰρ μέρος εἶναι τὴν θάλατταν. ὁ δὲ τρίτος, ποῖόν ἐστι ζῷον πανουργότατον, ὃ μέχρι νῦν, εἶπεν, ἄνθρωπος οὐκ ἔγνωκεν.

于是,第一个人被问及他认为活着的人多还是死去的人多时,他说活着的人多,因为死去的人已经不复存在了。第二个人被问及大地还是海洋孕育了更大的巨兽,他回答说是大地,因为海洋也是大地的一部分。第三个人被问及哪种动物最狡黠时,回答道: “正是直到如今,”他说,“人类尚未认识的那一种。”

§64.3

ὁ δὲ τέταρτος ἀνακρινόμενος τίνι λογισμῷ τὸν Σάββαν ἀπέστησεν, ἀπεκρίνατο, καλῶς ζῆν βουλόμενος αὐτὸν ἢ καλῶς ἀποθανεῖν. ὁ δὲ πέμπτος ἐρωτηθείς πότερον οἴεται τὴν ἡμέραν ἢ τὴν νύκτα προτέραν γεγονέναι, τὴν ἡμέραν, εἶπεν, ἡμέρᾳ μιᾷ καὶ προσεπεῖπεν οὗτος, θαυμάσαντος τοῦ βασιλέως, ὅτι τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι.1

第四个人被盘问究竟出于何种考虑促使萨巴斯叛乱,他回答道: “因为希望他要么光荣地活着,要么光荣地死去。” 第五个人被问及他认为白昼还是黑夜产生在先,“白昼,”他说,“先于黑夜一日。” 见国王对此感到惊奇,他又补充说,疑难的问题必然也会得到疑难的回答。

§64.4

μεταβαλὼν οὖν τὸν ἕκτον ἠρώτα πῶς ἄν τις φιληθείη μάλιστα· ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ. τῶν δὲ λοιπῶν τριῶν ὁ μὲν ἐρωτηθείς πῶς ἄν τις ἐξ ἀνθρώπων γένοιτο θεός, εἴ τι πράξειεν, εἶπεν, ὃ πρᾶξαι δυνατὸν ἀνθρώπῳ μὴ ἔστιν ὁ δὲ περὶ ζῳῆς καὶ θανάτου, πότερον ἰσχυρότερον, ἀπεκρίνατο τὴν ζῳήν τοσαῦτα κακὰ φέρουσαν.

于是国王转向第六个人,问一个人怎样才能受到最大的爱戴: “如果他虽握有至高权力,”他说,“却不令人畏惧。” 在剩下的三人中,一人被问及人怎样才能由凡人化为神明: “如果他做成某事,”他说,“而这事是人力所不可能做到的。” 另一人被问及在生命与死亡之间哪一个更为强大,他回答说是生命,因为它承受了如此多的苦难。

§64.5

ὁ δὲ τελευταῖος, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχον ζῆν,2 μέχρι οὗ μὴ νομίζει τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. οὕτω δὴ τραπόμενος πρὸς τὸν δικαστήν ἐκέλευσεν ἀποφαίνεσθαι. τοῦ δὲ ἕτερον ἑτέρου χεῖρον εἰρηκέναι φήσαντος οὐκοῦν ἔφη, σὺ πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων οὐκ ἄν γε,3 εἶπεν, ὦ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ φήσας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενον κάκιστα.

最后一人被问及人活着究竟到何时才算妥当: “只要他不认为死亡胜过活着。” 于是国王转向那位裁判,命令他作出裁决。但当裁判声称一个比一个说得更糟时,“那么,”亚历山大说,“你作出这样的判决,将要第一个受死。” “绝不会的,”他说,“大王,除非你说过要先处决回答得最糟的人,却在说谎。”

语法注3 条
  1. 64.3τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι

    属格 τῶν ἀπόρων ἐρωτήσεων 在句中充当关涉或原因属格,修饰 ἀνάγκη ... εἶναι,意为“就疑难问题而言/出于疑难问题”,从而与 τὰς ἀποκρίσεις 构成对应。

  2. 64.5καλῶς ἔχον ζῆν

    在 μέχρι τίνος 引导的间接疑问句中,系动词 ἐστίν 被省略;中性分词 καλῶς ἔχον(相当于非人称表达 καλῶς ἔχει)充当谓语,不定词 ζῆν 则充当主语。

  3. 64.5οὐκ ἄν γε

    条件句主句中动词的省略。针对国王前面的发言 σὺ πρῶτος ἀποθανῇ,此处在 οὐκ ἄν ... γε 之后省略了希求法动词(如 ἀποθάνοιμι),表示潜在的否定,并与后面的条件从句 εἰ μὴ σὺ ψεύδῃ 构成搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:64.1-64.5