- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:63.1-63.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大率船队顺流而下四处征战,在进攻马洛伊人时跃入敌阵胸部受重伤濒死,经过救治脱离险境后再度启航征服。
ἐντεῦθεν ὁρμήσας Ἀλέξανδρος τὴν ἔξω θάλασσαν ἐπιδεῖν, καὶ πολλὰ πορθμεῖα κωπήρη καὶ σχεδίας πηξάμενος, ἐκομίζετο τοῖς ποταμοῖς ὑποφερόμενος σχολαίως. ὁ δὲ πλοῦς οὐκ ἀργὸς ἦν οὐδὲ ἀπόλεμος, προσβάλλων δὲ ταῖς πόλεσι καὶ ἀποβαίνων ἐχειροῦτο πάντα, πρὸς δὲ τοῖς καλουμένοις Μαλλοῖς, οὕς φασιν Ἰνδῶν μαχιμωτάτους γενέσθαι, μικρὸν ἐδέησε κατακοπῆναι.1
亚历山大从那里出发,意欲亲眼看一看外海,于是建造了许多有桨渡船与木筏,顺着河流缓缓漂流而下。这次航行并非无所事事或远离战火,而是沿途攻打城邑,登岸作战,降服了所有地方;但在所谓的马洛伊人那里——据说他们是印度人中最善战的部族——他差一点就被斩杀。
τοὺς μὲν γὰρ ἀνθρώπους βέλεσιν ἀπὸ τῶν τειχῶν ἀπεσκέδασε, πρῶτος δὲ διὰ κλίμακος τεθείσης ἀναβὰς ἐπὶ τὸ τεῖχος, ὡς ἥ τε κλίμαξ συνετρίβη καὶ τῶν βαρβάρων ὑφισταμένων παρὰ τὸ τεῖχος ἐλάμβανε πληγὰς κάτωθεν, ὀλιγοστὸς ὢν συστρέψας ἑαυτὸν εἰς μέσους ἀφῆκε τοὺς πολεμίους καὶ κατὰ τύχην ὀρθὸς ἔστη.
因为他先是用投掷武器将城墙上的守军驱散,接着顺着架设的梯子第一个登上了城墙;然而梯子折断了,而聚集在墙脚下的蛮族人不断从下方发起攻击,他身边随从无几,便蜷身一跃,纵身跳入敌人阵中,幸好稳稳站立在地。
τιναξαμένου δὲ τοῖς ὅπλοις, ἔδοξαν οἱ βάρβαροι σέλας τι καὶ φάσμα πρὸ τοῦ σώματος φέρεσθαι2 διὸ καὶ τὸ πρῶτον ἔφυγον καὶ διεσκεδάσθησαν· ὡς δὲ εἶδον αὐτὸν μετὰ δυεῖν ὑπασπιστῶν, ἐπιδραμόντες οἱ μὲν ἐκ χειρὸς ξίφεσι καὶ δόρασι διὰ τῶν ὅπλων συνετίτρωσκον ἀμυνόμενον, εἷς δὲ μικρὸν ἀπωτέρω στάς ἐφῆκεν ἀπὸ τόξου βέλος οὕτως εὔτονον καὶ βίαιον ὥστε τὸν θώρακα διακόψαν ἐμπαγῆναι τοῖς περὶ τὸν μασθὸν ὀστέοις.
当他挥舞兵器时,蛮族人仿佛看到他的身前闪烁着某种光芒与幻影,因此起初纷纷奔逃溃散;但当他们看到他身边只有两名持盾近卫时,便冲上前去,当他自卫时,有人在近处用刀剑和长矛刺穿甲胄将他击伤,而另一名站得稍远的人则从弓上射出一支极具力道与威势的箭矢,以致穿透了他的胸甲,深深嵌在胸部周围的骨头里。
πρὸς δὲ τὴν πληγὴν ἐνδόντος αὐτοῦ καὶ τὸ σῶμα κάμψαντος, ὁ μὲν βαλὼν ἐπέδραμε βαρβαρικὴν μάχαιραν σπασάμενος, Πευκέστας δὲ καὶ Λιμναῖος προέστησαν ὧν πληγέντων ἑκατέρων ὁ μὲν ἀπέθανε, Πευκέστας δὲ ἀντεῖχε,3 τὸν δὲ βάρβαρον Ἀλέξανδρος ἀπέκτεινεν. αὐτὸς δὲ τραύματα πολλὰ λαβών, τέλος δὲ πληγεὶς ὑπέρῳ κατὰ τοῦ τραχήλου, προσήρεισε τῷ τείχει τὸ σῶμα, βλέπων πρὸς τοὺς πολεμίους.
由于受到这一重击,他支撑不住而弯下了身躯,那名放箭者便拔出一柄蛮族短剑冲上前来;但佩乌凯斯塔斯和利姆奈欧斯挺身挡在他身前。两人都被击中,其中一人战死,佩乌凯斯塔斯则竭力坚持,亚历山大亲手杀死了那个蛮族人。但他自己也身负多处创伤,最后颈部遭到木棒重击,便把身体靠在墙上,双眼仍紧盯着敌人。
ἐν τούτῳ δὲ τῶν Μακεδόνων περιχυθέντων ἁρπασθεὶς ἀναίσθητος ἤδη τῶν περὶ αὐτὸν ἐπὶ σκηνῆς ἐκομίζετο. καὶ παραυτίκα μὲν ὡς τεθνεῶτος ἦν λόγος ἐν τῷ στρατοπέδῳ χαλεπῶς δὲ καὶ πολυπόνως τὸν ὀϊστὸν ἐκπρισάντων ξύλινον ὄντα, καὶ τοῦ θώρακος οὕτω μόλις ἀπολυθέντος, περὶ τὴν ἐκκοπὴν ἐγίνοντο τῆς ἀκίδος ἐνδεδυκυίας ἑνὶ τῶν ὀστέων. λέγεται δὲ τὸ μὲν πλάτος τριῶν δακτύλων εἶναι, τὸ δὲ μῆκος τεσσάρων.
在此期间,马其顿士兵蜂拥而至,将他抢救出来;他当时已对周围的一切失去知觉,被抬回了营帐。营中随即传遍了他已身亡的消息。众人艰难劳苦地锯断了木制的箭杆,这才勉强卸下了胸甲,接着便着手剔出深陷在一根骨头里的箭头。据说那箭头有三指宽、四指长。
διὸ ταῖς λιποθυμίαις ἔγγιστα θανάτου συνελαυνόμενος ἐξαιρουμένης αὐτῆς, ὅμως ἀνέλαβε, καὶ διαφυγὼν τὸν κίνδυνον, ἔτι δὲ ἀσθενὴς ὢν καὶ πολὺν χρόνον ἐν διαίτῃ καὶ θεραπείαις ἔχων αὑτόν, ἔξω θορυβοῦντας ὡς ᾔσθετο ποθοῦντας αὐτὸν ἰδεῖν τοὺς Μακεδόνας, λαβὼν ἱμάτιον προῆλθε, καὶ θύσας τοῖς θεοῖς αὖθις ἀνήχθη καὶ παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις μεγάλας καταστρεφόμενος.
因此,在拔出箭头的过程中,他因多次昏厥而濒临死亡,但他终究苏醒了过来。脱离危险后,他依然虚弱,长期调养并接受治疗;当他察觉到外面的马其顿士兵因渴望见到他而喧嚷骚动时,便披上一件外套走了出去,在向诸神献祭后,再度启航顺流而下,征服了大片土地与众多大城。
- 63.1μικρὸν ἐδέησε κατακοπῆναι
此处使用了动词 δέω(“缺少、差”)的人称惯用句式(相当于 μικροῦ / ὀλίγου δέω),意为“差一点就……”、“险些……”。副词性中性宾格 μικρόν 表示程度,被动不定词 κατακοπῆναι 用作补充成分。
- 63.3ἔδοξαν οἱ βάρβαροι σέλας τι καὶ φάσμα πρὸ τοῦ σώματος φέρεσθαι
此处动词 δοκέω 并非“看起来”,而是取“认为、觉得、想象”(相当于 νομίζω)之意,以 οἱ βάρβαροι 为主语,后接“宾格+不定词”结构(σέλας τι καὶ φάσμα ... φέρεσθαι)作宾语从句,表达感知与判断:“蛮族人觉得(仿佛看见)某道光芒与幻影……”。
- 63.4ὧν πληγέντων ἑκατέρων ὁ μὲν ἀπέθανε, Πευκέστας δὲ ἀντεῖχε
此处是由关系代词构成的属格独立结构(ὧν πληγέντων ἑκατέρων,“两人均被击中”),其后紧接着部分同位语构成的对比(ὁ μὲν... Πευκέστας δέ...)。ὧν 的先行词即是前文提到的佩乌凯斯塔斯与利姆奈欧斯两人。
