← 普鲁塔克

亚历山大大帝传

§62.1-62.4

将士拒渡恒河与亚历山大撤军

马其顿军队因畏难而抗命拒绝横渡恒河,亚历山大愤而闭门不出,最终在将士的哀求下妥协撤军。他在撤退时布置了夸大其战功的虚饰之物,而年轻的安德罗科托斯则评述亚历山大当时险些夺取了全印度的政权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62.1

τοὺς μέντοι Μακεδόνας ὁ πρὸς Πῶρον ἀγὼν ἀμβλυτέρους ἐποίησε καὶ τοῦ πρόσω τῆς Ἰνδικῆς ἔτι προελθεῖν ἐπέσχε.1 μόλις γὰρ ἐκεῖνον ὠσάμενοι δισμυρίοις πεζοῖς καὶ δισχιλίοις ἱππεῦσι παραταξάμενον, ἀντέστησαν ἰσχυρῶς Ἀλεξάνδρῳ βιαζομένῳ καὶ τὸν Γάγγην περᾶσαι ποταμόν, εὖρος μὲν αὐτοῦ δύο καὶ τριάκοντα σταδίων εἶναι πυνθανόμενοι καὶ βάθος ὀργυιὰς ἑκατόν, ἀντιπέρας δὲ τὰς ὄχθας ἀποκεκρύφθαι πλήθεσιν ὅπλων καὶ ἵππων καὶ ἐλεφάντων.

然而,与波罗斯的战斗挫伤了马其顿人的锐气,阻止了他们进一步深入印度。因为在勉强击溃布列两万步兵和两千骑兵严阵以待的波罗斯之后,他们极力抗拒执意要渡过恒河的亚历山大,因为他们打听到,此河宽达三十二斯塔德,深达一百寻,而对岸则被密密麻麻的甲兵、战马和战象所遮蔽。

§62.2

ἐλέγοντο γὰρ ὀκτὼ μὲν μυριάδας ἱπποτῶν, εἴκοσι δὲ πεζῶν, ἅρματα δὲ ὀκτακισχίλια καὶ μαχίμους ἐλέφαντας ἑξακισχιλίους ἔχοντες οἱ Γανδαριτῶν καὶ Πραισίων βασιλεῖς ὑπομένειν.2 καὶ κόμπος οὐκ ἦν περὶ ταῦτα. Ἀνδρόκοττος γὰρ ὕστερον οὐ πολλῷ βασιλεύσας Σελεύκῳ πεντακοσίους ἐλέφαντας ἐδωρήσατο, καὶ στρατοῦ μυριάσιν ἑξήκοντα τὴν Ἰνδικὴν ἐπῆλθεν ἅπασαν καταστρεφόμενος.

据说,甘达利达伊和普赖西伊的国王们正率领八万骑兵、二十万步兵、八千辆战车和六千头战象严阵以待。这并非虚张声势。因为不久后称王的安德罗科托斯曾赠予塞琉古五百头大象,并率领六十万大军席卷并征服了整个印度。

§62.3

τὸ μὲν οὖν πρῶτον ὑπὸ δυσθυμίας καὶ ὀργῆς αὐτόν εἰς τὴν σκηνὴν καθείρξας ἔκειτο, χάριν οὐδεμίαν εἰδὼς τοῖς διαπεπραγμένοις εἰ μὴ περάσειε τὸν Γάγγην, ἀλλʼ ἐξομολόγησιν ἥττης τιθέμενος τὴν ἀναχώρησιν. ὡς δὲ οἵ τε φίλοι τὰ εἰκότα παρηγοροῦντες αὐτόν οἵ τε στρατιῶται κλαυθμῷ καὶ βοῇ προσιστάμενοι ταῖς θύραις ἱκέτευον, ἐπικλασθεὶς ἀνεζεύγνυε, πολλὰ πρὸς δόξαν ἀπατηλὰ καὶ σοφιστικὰ μηχανώμενος.

起初,亚历山大出于沮丧与愤怒,把自己关在帐篷里卧床不起,认为若不能渡过恒河,此前所成就的一切便毫无价值,而退却无异于承认失败。然而,当朋友们给予合宜的劝慰,士兵们也哭喊着涌到门口恳求时,他终于心软,下令拔营启程,但他为了名声而设计了许多虚饰与精巧的把戏。

§62.4

καὶ γὰρ ὅπλα μείζονα καὶ φάτνας ἵππων καὶ χαλινοὺς βαρυτέρους κατασκευάσας ἀπέλιπέ τε καὶ διέρριψεν ἱδρύσατο δὲ βωμοὺς θεῶν, οὓς μέχρι νῦν οἱ Πραισίων βασιλεῖς διαβαίνοντες σέβονται καὶ θύουσιν Ἑλληνικὰς θυσίας. Ἀνδρόκοττος δὲ μειράκιον ὢν αὐτόν Ἀλέξανδρον εἶδε, καὶ λέγεται πολλάκις εἰπεῖν ὕστερον ὡς παρʼ οὐδὲν ἦλθε τὰ πράγματα λαβεῖν Ἀλέξανδρος,3 μισουμένου τε καὶ καταφρονουμένου τοῦ βασιλέως διὰ μοχθηρίαν καὶ δυσγένειαν.

事实上,他造出超乎常制的大号兵器、马槽以及格外沉重的马嚼子,将它们遗弃四散;他还筑起诸神的祭坛,普赖西伊的国王们直到如今渡河时仍会崇奉这些祭坛,并在上面献上希腊式的祭品。安德罗科托斯在年轻时曾亲眼见过亚历山大本人,据说他后来常说,亚历山大差一点就能夺取整个江山,因为当时统治那里的国王因品行恶劣与出身微贱而备受憎恨与轻视。

语法注3 条
  1. 62.1τοῦ πρόσω τῆς Ἰνδικῆς ἔτι προελθεῖν ἐπέσχε

    动词 ἐπέχω(阻止、阻碍)带有一个属格冠词的不定式(τοῦ ... προελθεῖν),构成表示阻碍或阻止的属格结构。短语 πρόσω τῆς Ἰνδικῆς 则使用空间性/部分属格,意为“深入印度境内”。

  2. 62.2ἐλέγοντο γὰρ ὀκτὼ μὲν μυριάδας ἱπποτῶν, εἴκοσι δὲ πεζῶν, ἅρματα δὲ ὀκτακισχίλια καὶ μαχίμους ἐλέφαντας ἑξακισχιλίους ἔχοντες οἱ Γανδαριτῶν καὶ Πραισίων βασιλεῖς ὑπομένειν

    这是人称主格与不定式结构(nominativus cum infinitivo)。被动动词 ἐλέγοντο 的主语是主格名词短语 οἱ Γανδαριτῶν καὶ Πραισίων βασιλεῖς,分词 ἔχοντες 也与其在主格上保持一致。不定式 ὑπομένειν(严阵以待)作为补足不定式,构成“诸王据说率领……严阵以待”的句式骨架。

  3. 62.4ὡς παρʼ οὐδὲν ἦλθε τὰ πράγματα λαβεῖν Ἀλέξανδρος

    成语性结构 παρʼ οὐδὲν ἦλθε + 不定式意为“几乎/差一点就(做成某事)”(相当于 παρὰ μικρόν ἦλθε)。否定词 οὐδέν 强调与成功的差距微乎其微,指亚历山大当时几乎就要夺得政权(τὰ πράγματα λαβεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:62.1-62.4