- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:59.1-59.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大与富有智慧的印度统治者塔克西列斯会面,以慷慨施恩相互较量并赏赐巨款;但他随后违约斩杀印度雇佣兵给功业留下污点,并将煽动叛乱的哲学家们予以绞刑处决。
ὁ δὲ Ταξίλης λέγεται μέν τῆς Ἰνδικῆς ἔχειν μοῖραν Οὐκ ἀποδέουσαν Αἰγύπτου τὸ μέγεθος, εὔβοτον δέ καὶ καλλίκαρπον ἔν τοῖς μάλιστα, σοφὸς δέ τις ἀνὴρ εἶναι, καὶ τὸν Ἀλέξανδρον ἀσπασάμενος, τί δεῖ πολέμων, φάναι, καὶ μάχης ἡμῖν, Ἀλέξανδρε, πρὸς ἀλλήλους, εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν, ὑπὲρ ὧν μόνων ἀνάγκη διαμάχεσθαι νοῦν ἔχουσιν ἀνθρώποις;
据说塔克西列斯占有印度不下于埃及大小的一部分疆土,而且极其适于畜牧、物产丰饶,其人亦颇为睿智。他在迎候亚历山大时说: “亚历山大啊,若你前来并非要剥夺我们的水或生存必需的食粮——只有为了这些,明智之士才不得不拼死相争——那我们在彼此之间何须战争与拼杀?
τοῖς δὲ ἄλλοις χρήμασι καὶ κτήμασι λεγομένοις,1 εἰ μέν εἰμι κρείττων, ἕτοιμος εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παθών. ἡσθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ δεξιωσάμενος αὐτόν, ἦ που νομίζεις, ἔφη, δίχα μάχης ἔσεσθαι τὴν ἔντευξιν ἡμῖν ἀπὸ τοιούτων λόγων καὶ φιλοφροσύνης; ἀλλʼ οὐδέν σοι πλέον2 ἐγὼ γὰρ ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιγένῃ.
至于其他所谓的钱财与产业,若我胜过你,我愿慷慨施予;若我不及你,蒙受恩惠而心存感激我也决不推辞。” 亚历山大大喜,执其右手道: “难道你真的以为,”他说,“凭着这番言辞与盛情,我们的会面就能免于交战吗?但这于你毫无益处;因为我必将同你竞争,在恩惠上一决高下,绝不让你以慷慨之德胜过我。”
λαβὼν δὲ δῶρα πολλὰ καὶ δοὺς πλείονα τέλος χίλια τάλαντα νομίσματος αὐτῷ προέπιεν.3 ἐφʼ οἷς τούς μέν φίλους ἰσχυρῶς ἐλύπησε, τῶν δὲ βαρβάρων πολλοὺς ἐποίησεν ἡμερωτέρως ἔχειν πρὸς αὐτόν. ἐπεὶ δὲ τῶν Ἰνδῶν οἱ μαχιμώτατοι μισθοφοροῦντες ἐπεφοίτων ταῖς πόλεσιν ἐρρωμένως ἀμύνοντες καὶ πολλὰ τὸν Ἀλέξανδρον ἐκακοποίουν, σπεισάμενος ἔν τινι πόλει πρὸς αὐτούς ἀπιόντας ἐν ὁδῷ λαβὼν ἅπαντας ἀπέκτεινε.
在接受了诸多馈赠并回赠了更多之后,他最终豪赠对方一千他连得铸币。此举令他的朋友们深为痛心,却使许多异族人对他更加归顺友善。然而,由于印度人中最善战的人充当雇佣兵,四处巡历于诸城严密布防,使亚历山大屡受重创,他在某城与他们订立和约后,却在他们上路离开时将他们全数捕获并处死。
καὶ τοῦτο τοῖς πολεμικοῖς ἔργοις αὐτοῦ, τὰ ἄλλα νομίμως καὶ βασιλικῶς πολεμήσαντος,4 ὥσπερ κηλὶς πρόσεστιν. οὐκ ἐλάσσονα δὲ τούτων οἱ φιλόσοφοι πράγματα παρέσχον αὐτῷ, τούς τε προστιθεμένους τῶν βασιλέων κακίζοντες καὶ τούς ἐλευθέρους δήμους ἀφιστάντες. διὸ καὶ τούτων πολλοὺς ἐκρέμασε.
这一行径,对于他在其他方面皆依法度且以王道用兵的军事功业而言,宛如一处污点。而那些哲学家给他带来的麻烦亦不下于这些人,他们既痛斥归附他的诸王,又煽动自由城邦起义反叛。因此,他也将其中许多人处以绞刑。
- 59.2τοῖς δὲ ἄλλοις χρήμασι καὶ κτήμασι λεγομένοις
置于句首的表范围/关系的与格(“至于所谓的其他财物……”),作为后文条件从句(εἰ μέν εἰμι κρείττων...)的主题提示。
- 59.2ἀλλʼ οὐδέν σοι πλέον
省略了动词 ἐστί 的习语表达,意为“但这于你毫无益处”或“你占不到任何便宜”。
- 59.3προέπιεν
动词 προπίνω 本义为“举杯祝酒并赠送杯子”,引申为慷慨地“馈赠”“赏赐”。
- 59.4τὰ ἄλλα νομίμως καὶ βασιλικῶς πολεμήσαντος
与前面的属格代词 αὐτοῦ 在性、数、格上保持一致的分词短语。属于修饰性的一致分词构文,而非独立属格构文(意为“在其他方面皆合乎法度且如君王般作战的他的”)。
