← 普鲁塔克

亚历山大大帝传

§60.1-60.8

希达斯皮斯河战役与波罗斯的待遇

亚历山大在风暴之夜强渡海达斯佩斯河发动奇袭,击溃了印度国王波罗斯及其象军。被俘后的波罗斯请求得到“以王道相待”,亚历山大赏识其傲骨,不仅恢复了其原有统治,还为其大大扩充了疆土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§60.1

τὰ δὲ πρὸς Πῶρον αὐτὸς ἐν ταῖς ἐπιστολαῖς ὡς ἐπράχθη γέγραφε. φησὶ γάρ ἐν μέσῳ τῶν στρατοπέδων τοῦ Ὑδάσπου ῥέοντος ἀντιπόρους ἱστάντα τοὺς ἐλέφαντας ἀεὶ τὸν Πῶρον ἐπιτηρεῖν τὴν διάβασιν. αὐτόν μὲν οὖν καθʼ ἡμέραν ἑκάστην ψόφον ποιεῖν καὶ θόρυβον ἐν τῷ στρατοπέδῳ πολύν, ἐθίζοντα τοὺς βαρβάρους μὴ φοβεῖσθαι· νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνου λαβόντα τῶν πεζῶν μέρος, ἱππεῖς δὲ τοὺς κρατίστους, καὶ προελθόντα πόρρω τῶν πολεμίων διαπερᾶσαι πρὸς νῆσον οὐ μεγάλην. ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυθέντος ὄμβρου, πρηστήρων δὲ πολλῶν καὶ κεραυνῶν εἰς τὸ στρατόπεδον φερομένων, ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμφλεγομένους ὑπὸ τῶν κεραυνῶν ἀπὸ τῆς νησῖδος ἄρας προσφέρεσθαι ταῖς ἀντιπέρας ὄχθαις.

关于对付波罗斯的一役,亚历山大自己在书信中记述了事情的经过。他说,由于海达斯佩斯河横亘在两军营地之间,波罗斯把象群部署在对岸,时刻防备渡河。亚历山大自己因而每日在营中制造出巨大的声响和喧扰,使异族人习惯于此而不生戒心;在一个狂风暴雨且无月的夜晚,他率领一部分步兵和最精锐的骑兵,行进到远离敌军之处,渡到了一个不大的岛上。在那里,尽管倾盆大雨倾泻而下,无数风暴与雷电劈向军队,但他目睹一些人被雷电击中焚毙,依然率军离开小岛,驶向对岸。

§60.3

τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦ χειμῶνος ἐπιόντα καὶ μετέωρον, ἔκρηγμα ποιῆσαι μέγα, καὶ πολὺ μέρος ἐκείνῃ φέρεσθαι τοῦ ῥεύματος· αὐτοὺς δὲ δέξασθαι τὸ μέσον οὐ βεβαίως, ἅτε δὴ συνολισθάνον καὶ περιρρηγνύμενον. ἐνταῦθα δὲ εἰπεῖν φασιν αὐτόν· ὦ Ἀθηναῖοι, ἆρά γε πιστεύσαιτε ἂν ἡλίκους ὑπομένω κινδύνους ἕνεκα τῆς παρʼ ὑμῖν εὐδοξίας;

然而海达斯佩斯河因暴雨激流汹涌、水势暴涨,冲开了一条巨大的豁口,水流的大部分正从那里奔涌;而中间的地带因四面坍塌碎裂,并不能稳固地承接他们。相传他正在此时说道: “雅典人啊,你们能相信我为了在你们那里博得令名,正承受着何等巨大的危险吗?”

§60.4

ἀλλὰ τοῦτο μὲν Ὀνησίκριτος εἴρηκεν, αὐτὸς δέ φησι τὰς σχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλων τὸ ἔκρηγμα διαβαίνειν ἄχρι μαστῶν βρεχομένους, διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι,1 λογιζόμενος, εἰ μὲν οἱ πολέμιοι τοῖς ἵπποις προσβάλοιεν, πολὺ κρατήσειν, εἰ δὲ κινοῖεν τὴν φάλαγγα, φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους2 θάτερον δὲ συμβῆναι.3

但这只是奥内西克利托斯的说法,亚历山大自己则说,他们舍弃了木筏,携带武器涉过那处裂流,水深及胸;渡河后,他率骑兵走在步兵前面二十斯塔德,因为他料想,如果敌军以骑兵发起进攻,他将大获全胜;而如果敌军调动方阵,步兵也能先一步赶来与他汇合。而事实正是其中一种情况发生了。

§60.5

τῶν γάρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος, τὰ μὲν ἅρματα λαβεῖν ἅπαντα, τῶν δʼ ἱππέων ἀνελεῖν τετρακοσίους, οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον ὡς αὐτὸς εἴη διαβεβηκὼς Ἀλέξανδρος, ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶν Μακεδόνων ἀπέλιπε. φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ δεξιῷ προσβαλεῖν κελεῦσαι, γενομένης δὲ τροπῆς ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸς τὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζομένους, ὅθεν ἤδη τὴν μάχην ἀναμεμιγμένην εἶναι, καὶ μόλις ὀγδόης ὥρας ἀπειπεῖν τοὺς πολεμίους, ταῦτα μὲν οὖν ὁ τῆς μάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς εἴρηκεν. οἱ δὲ πλεῖστοι τῶν συγγραφέων ὁμολογοῦσι τὸν Πῶρον ὑπεραίροντα τεσσάρων πηχῶν σπιθαμῇ τὸ μῆκος ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ4 διὰ τὸ μέγεθος καὶ τὸν ὄγκον τοῦ σώματος· καίτοι μέγιστος ἦν ὁ ἐλέφας σύνεσιν δὲ θαυμαστὴν ἐπεδείξατο καὶ κηδεμονίαν τοῦ βασιλέως, ἐρρωμένου μὲν ἔτι θυμῷ τοὺς προσμαχομένους ἀμυνόμενος καὶ ἀνακόπτων, ὡς δὲ ᾔσθετο βελῶν πλήθει καὶ τραυμάτων κάμνοντα, δείσας μὴ περιρρυῇ, τοῖς μὲν γόνασιν εἰς γῆν ὑφῆκε πρᾴως ἑαυτόν, τῇ δὲ προνομαίᾳ λαμβάνων ἀτρέμα τῶν δορατίων ἕκαστον ἐξῄρει τοῦ σώματος.

因为他击溃了合力扑来的千名骑兵和六十辆战车,缴获了全部战车并歼灭了四百名骑兵;至此波罗斯才意识到是亚历山大本人已经渡河,便率全军压上,只留下一部分兵力去阻遏正在渡河的马其顿人。亚历山大畏惧巨兽与敌军的庞大人数,亲自猛攻敌军的一翼,并命令科伊诺斯进攻右翼;当两翼溃败时,受压迫的敌兵不断向象群撤退并拥挤在一起,战场由此陷入混战,直到第八个时辰敌军才精疲力竭认输。这些都是战役的当事人自己在书信中所述。 大多数史家一致认为,波罗斯身高比四肘还高出一拃,由于体躯巨大魁梧,他骑在象背上的身材匀称感,丝毫不逊于寻常骑手骑在战马上;那头象虽然身形最为庞大,却对国王表现出惊人的灵性与关切。当国王尚有精力时,它奋力击退并挡开来攻的敌人;而当它察觉到国王因密集的箭矢和创伤而力竭时,生怕国王跌落,便屈膝轻缓地伏在地上,用长鼻轻柔地将一根根标枪从他身上拔出。

§60.8

ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον ὁ Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται, βασιλικῶς, εἶπε προσπυθομένου δὲ μή τι ἄλλο λέγει, πάντα, εἶπεν, ἐστὶν ἐν τῷ βασιλικῶς. οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν ἐβασίλευε, σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς αὐτονόμους καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίας ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν ἄλλην δὲ τρὶς τοσαύτην ἧς Φίλιππόν τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.

波罗斯被俘后,亚历山大问他希望受到怎样的对待,他说: “以王道相待。” 当亚历山大追问是否还有别的话说时,他说: “一切 都在‘以王道相待’这一句话中了。” 因此,亚历山大不仅让他继续统治他原有的王国,封为总督,而且在征服了独立的自治部落之后,又给他增拨了领地;据说这片土地上有十五个民族、五千座重镇以及无数村庄。至于另一片三倍于此的领地,他则任命同伴之一腓力为总督。

语法注4 条
  1. 60.4διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι

    属格 τῶν πεζῶν 与动词 προϊππεῦσαι 中的前缀 προ-(先于)相呼应,作表示先行或比较的属格(亦可视为空间分离属格),意为“走在步兵前面二十斯塔德”。

  2. 60.4φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους

    动词 φθάνω 与补足分词构成的句型(φθήσεσθαι ... προσγενομένους)在间接引语中的体现(未来不定词)。宾格 τοὺς πεζούς 是分词 προσγενομένους 的逻辑主语,意为“步兵赶来与他汇合会比(敌军调动方阵)更快/先一步发生”。

  3. 60.4θάτερον δὲ συμβῆναι

    θάτερον(即 τὸ ἕτερον 之缩合)意为前句所提两种假设情况(敌骑兵突袭或方阵出动)中的“其中之一”。正如紧接着由 γάρ 引出的分句所述(击溃来袭的千名骑兵和六十辆战车),此处实际指前一种预判的应验。

  4. 60.6ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ

    ἱππότου 是比较属格,由 μηδὲν ἀποδεῖν(在任何方面都不逊于)所支配,与由 πρὸς τὸν ἐλέφαντα 限定的关系/基准与表示方面的与格 συμμετρίᾳ(在匀称度上)搭配。意即其庞大身材骑在巨象之上,视觉上的协调感丝毫不亚于普通骑手乘在马背上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:60.1-60.8