← 普鲁塔克

亚历山大大帝传

§58.1-58.5

攻克险峻岩堡与同使节阿库菲斯的对谈

亚历山大克服匮乏与严酷天候攻克险峻要塞,痛惜同名青年的战死,在深河前率先进击,并在受降时与使节阿库菲斯展开机智幽默的对谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58.1

πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ κίνδυνοι συνέπεσον καὶ τραύμασι νεανικοῖς ἀπήντησε, τὴν δὲ πλείστην φθορὰν ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς,1 αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαι καὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος, οὐδὲν ᾤετο τοῖς θαρροῦσιν ἀνάλωτον οὐδὲ ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις.

在战斗中他确实遭遇了许多危险,也受过重创,但军队的大半折损却是由生活物资的匮乏和气候的恶劣所致。然而他本人一心要以无畏战胜命运,以德性压倒强力,坚信在勇者面前无不可克之物,在怯者面前亦无不可陷之险。

§58.2

λέγεται δὲ τὴν Σισιμίθρου πολιορκῶν πέτραν ἄβατον οὖσαν καὶ ἀπότομον ἀθυμούντων τῶν στρατιωτῶν ἐρωτῆσαι τὸν Ὀξυάρτην ποῖός τις αὐτὸς εἴη τὴν ψυχὴν ὁ Σισιμίθρης. φήσαντος δὲ τοῦ Ὀξυάρτου δειλότατον ἀνθρώπων, λέγεις σύ γε, φάναι, τὴν πέτραν ἁλώσιμον ἡμῖν εἶναι τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι.2

据说在围攻西西米特雷斯那座险峻陡峭的岩石要塞时,因士兵们心生沮丧,他便向奥克叙阿尔特斯询问西西米特雷斯此人心性究竟如何。奥克叙阿尔特斯回答说那是世上最怯懦的人,“你分明是在说,”他说,“那座岩石要塞于我们而言是可以攻破的,因为它的统领者并不坚强。”

§58.3

ταύτην μὲν οὖν ἐκφοβήσας τὸν Σισιμίθρην ἔλαβεν. ἑτέρᾳ δὲ ὁμοίως ἀποτόμῳ προσβαλὼν τοὺς νεωτέρους τῶν Μακεδόνων παρώρμα, καὶ Ἀλέξανδρόν τινα καλούμενον μὲν προσαγορεύσας, ἀλλὰ σοί γε, εἶπεν, ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴν ἐπωνυμίαν. ἐπεὶ δὲ λαμπρῶς ὁ νεανίας ἀγωνιζόμενος ἔπεσεν, οὐ μετρίως ἐδήχθη.

于是,他威吓西西米特雷斯,夺下了要塞。在攻打另一座同样陡峭的要塞时,他激励马其顿人中的青年士兵,并向其中一个名叫亚历山大的人招呼道: “至于你,”他说,“单单看在同名的份上,也应当奋勇作战。” 当这名年轻人出色地奋战而阵亡时,他深感痛惜。

§58.4

τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων ὀκνούντων προσάγειν; καὶ γάρ ποταμὸς ἦν πρὸς αὐτῇ βαθύς) ἐπιστὰς, τί γὰρ, εἶπεν, ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον3 καὶ ἤδη ἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν. ἐπεὶ δὲ καταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις δεησόμενοι, πρῶτον μὲν ὀφθεὶς ἀθεράπευτος ἐν τοῖς ὅπλοις ἐξέπληξεν αὐτούς· ἔπειτα προσκεφαλαίου τινὸς αὐτῷ κομισθέντος ἐκέλευσε λαβόντα καθίσαι τὸν πρεσβύτατον· Ἄκουφις ἐκαλεῖτο.

在马其顿人迟疑不敢向名为尼萨的城邦进发时——因为城前横亘着一条深河——他驻足河边,“到底为什么,”他说,“最没用的我竟然没学会游泳呢?” 便立刻手持盾牌想要渡河。在他下令停战之后,被围城邦派来请降的使节前来求见,起初他全副武装、未经侍奉梳理的形象令使节们大为震惊;随后有人呈上一个坐垫,他便命使节中最年长者拿去坐下;此人名叫阿库菲斯。

§58.5

θαυμάσας οὖν τὴν λαμπρότητα καὶ φιλανθρωπίαν ὁ Ἄκουφις ἠρώτα τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους.4 φήσαντος δὲ τοῦ Ἀλεξάνδρου, σὲ μὲν ἄρχοντα καταστήσαντας αὑτῶν, πρὸς δὲ ἡμᾶς πέμψαντας ἑκατὸν ἄνδρας τοὺς ἀρίστους, γελάσας ὁ Ἄκουφις, ἀλλὰ βέλτιον, εἶπεν, ἄρξω, βασιλεῦ, τοὺς κακίστους πρὸς σὲ πέμψας μᾶλλον ἢ τοὺς ἀρίστους.

阿库菲斯惊叹于他的非凡气魄与仁厚宽宏,于是询问他们当做何事方能成为他的盟友。亚历山大回答道: “〔他们〕推举你为自己的统治者,并向我们送来一百名最优秀的人士。” 阿库菲斯闻言失笑: “可是,大王,”他说,“若把最恶劣之人而非最优秀之人送交于你,我将治理得更好。”

语法注4 条
  1. 58.1τῆς στρατιᾶς

    部分格属格,修饰位于句首的 τὴν δὲ πλείστην φθορὰν;因修辞上的倒装隔置(hyperbaton),跨越了主语 ἀπορίαι、δυσκρασίαι 以及动词 ἀπειργάσαντο 而被置于句末。

  2. 58.2τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι

    中性冠词与分词组合 τὸ ἄρχον 用作名词,意为“掌权者”或“统领成分”。形容词 ὀχυρόν(坚固的)在此被由物理要塞引申比喻为主帅内心的坚定与顽强。

  3. 58.4τί γὰρ, εἶπεν, ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον

    小词 γάρ 用在带有自责与愤慨色彩的感叹或修辞反问中,用以加强语气(“究竟为何……”)。ὁ κάκιστος ἐγώ 则是自嘲的主格表述(“糟糕透顶的我”)。

  4. 58.5τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους

    动词 βούλεται 接补充不定式 ἔχειν,带直接宾语 αὐτούς 与宾语补足语 φίλους(“以他们为友”);支配疑问代词 τί 的分词 ποιοῦντας 与宾语 αὐτούς 保持性数格一致,表手段或条件(“希望他们做什么才愿以他们为友”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:58.1-58.5