← 普鲁塔克

亚历山大大帝传

§57.1-57.5

进军印度前的辎重焚毁与诸般征兆

进军印度前夕,亚历山大下令焚毁自己与军中车辆以精简辎重;随后他因畸形羊羔的凶兆而深感不安,但奥克苏斯河畔石油泉涌的吉兆又使他重振信心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57.1

μέλλων δὲ ὑπερβάλλειν εἰς τὴν Ἰνδικὴν, ὡς ἑώρα πλήθει λαφύρων τὴν στρατιὰν ἤδη βαρεῖαν καὶ δυσκίνητον οὖσαν, ἅμʼ ἡμέρᾳ συνεσκευασμένων τῶν ἁμαξῶν, πρώτας μὲν ὑπέπρησε τὰς αὐτοῦ καὶ τῶν ἑταίρων, μετὰ δὲ ταύτας ἐκέλευσε καὶ ταῖς τῶν Μακεδόνων ἐνεῖναι πῦρ. καὶ τοῦ πράγματος τὸ βούλευμα μεῖζον ἐφάνη καὶ δεινότερον ἢ τὸ ἔργον.

亚历山大正准备翻山进入印度,见大军由于战利品繁多而已变得沉重且行动不便,便在黎明车队收拾妥当之时,首先烧毁了自己和同伴们的马车,随后又下令给马其顿士兵的马车也放火。而在这一举动中,起初的意图显得比实际推行更为重大而可怖。

§57.2

ὀλίγους μὲν γὰρ ἠνίασεν, οἱ δὲ πλεῖστοι βοῇ καὶ ἀλαλαγμῷ μετὰ ἐνθουσιασμοῦ τὰ μὲν ἀναγκαῖα τοῖς δεομένοις μεταδιδόντες, τὰ δὲ περιόντα τῆς χρείας αὐτοὶ κατακαίοντες καὶ διαφθείροντες ὁρμῆς καὶ προθυμίας ἐνεπίμπλασαν τὸν Ἀλέξανδρον. ἤδη δὲ καὶ φοβερὸς ἦν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. καὶ γὰρ Μένανδρόν τινα τῶν ἑταίρων ἄρχοντα φρουρίου καταστήσας, ὡς οὐκ ἐβούλετο μένειν, ἀπέκτεινε, καὶ τῶν ἀποστάντων βαρβάρων Ὀρσοδάτην αὐτὸς κατετόξευσε.

因为为此伤心的不过少数人,绝大多数人都在热狂中欢呼呐喊,把生活必需品分给困乏者,而自行烧毁并毁坏超出所需之物,使亚历山大满怀奋发与热忱。此时的他对待违纪者已是令人畏惧且毫不留情的惩罚者。事实上,他曾任命同伴之一的梅南德驻守一处要塞,见梅南德不肯留守,便处死了他;而在叛乱的蛮族人中,他亲手射杀了奥索达特斯。

§57.3

προβάτου δὲ τεκόντος ἄρνα περὶ τῇ κεφαλῇ σχῆμα καὶ χρῶμα τιάρας ἔχοντα καὶ διδύμους ἑκατέρωθεν αὐτοῦ, βδελυχθεὶς τὸ σημεῖον ἐκαθάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων, οὓς ἐξ ἔθους ἐπήγετο πρὸς τὰ τοιαῦτα· διελέχθη δὲ πρὸς τοὺς φίλους ὡς οὐ διʼ αὑτόν, ἀλλὰ διʼ ἐκείνους ταράττοιτο, μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμόνιον.1 οὐ μὴν ἀλλὰ βέλτιόν τι σημεῖον γενόμενον τὴν ἀθυμίαν ἔλυσεν.

当一只母羊产下一只头顶长有头巾的形状与色泽且两侧各生有睾丸的羊羔时,亚历山大对此凶兆深恶痛绝,便由他平日依惯例随军携带以备此类事情的巴比伦人进行了净化仪式。他对朋友们说,他之所以不安并非为了自己,而是为了他们,唯恐在他去世后神明会将统治权移交给出身卑贱且软弱无能之人。然而,随之出现的吉兆驱散了他的沮丧。

§57.4

ὁ γὰρ ἐπὶ τῶν στρωματοφυλάκων τεταγμένος ἀνὴρ Μακεδὼν, ὄνομα Πρόξενος, τῇ βασιλικῇ σκηνῇ χώραν ὀρύττων παρὰ τὸν Ὦξον ποταμόν ἀνεκάλυψε πηγὴν ὑγροῦ λιπαροῦ καὶ πιμελώδους· ἀπαντλουμένου δὲ τοῦ πρώτου καθαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγές ἔλαιον, οὔτε ὀσμῇ δοκοῦν οὔτε γεύσει ἐλαίου διαφέρειν, στιλπνότητά τε καὶ λιπαρότητα παντάπασιν ἀπαράλλακτον, καὶ ταῦτα τῆς χώρας μηδὲ ἐλαίας φερούσης.2

原来,一名掌管寝具、名叫普罗克塞诺斯的马其顿人在奥克苏斯河畔为国王帐篷平整营地挖掘地面时,发现了一股油腻肥厚的液体泉流;汲干上层液体后,随即涌出了清澈透明的油,闻起来或尝起来似乎都与橄榄油无异,光泽与油滑度也完全一样,而且这还是在当地根本不出产橄榄树的情况下发生的。

§57.5

λέγεται μὲν οὖν καὶ τὸν Ὦξον αὐτὸν εἶναι μαλακώτατον ὕδωρ, ὥστε τὸ δέρμα τοῖς λουομένοις ἐπιλιπαίνειν. οὐ μὴν ἀλλὰ θαυμαστῶς Ἀλέξανδρος ἡσθεὶς δῆλός ἐστιν3 ἐξ ὧν γράφει πρὸς Ἀντίπατρον, ἐν τοῖς μεγίστοις τοῦτο τῶν ἀπὸ τοῦ θεοῦ γεγονότων αὐτῷ τιθέμενος, οἱ δὲ μάντεις ἐνδόξου μὲν στρατείας, ἐπιπόνου δὲ καὶ χαλεπῆς τὸ σημεῖον ἐποιοῦντο· πόνων γὰρ ἀρωγὴν ἔλαιον ἀνθρώποις ὑπὸ θεοῦ δεδόσθαι.

诚然,据说奥克苏斯河本身的河水也极其柔和,甚至能使沐浴者的皮肤变得滑润。然而,从亚历山大写给安提帕特的信件中显而易见,他对此感到无比欢欣,将其视为神明赐予他的最伟大奇事之一;但占卜者们却将这一征兆解释为远征虽光荣但必充满辛劳与艰难,因为神明将油赐予人类乃是为了作为劳苦的慰藉。

语法注3 条
  1. 57.3μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμόνιον

    此句为接在 ταράττοιτο(历史时态后的间接引语希求式)之后的恐惧从句,由连词 μή 引出,动词为虚拟式 περιστήσῃ。ἐκλιπόντος αὐτοῦ 是属格独立结构,表示时间或条件,意为“在他去世之后”。

  2. 57.4καὶ ταῦτα τῆς χώρας μηδὲ ἐλαίας φερούσης

    καὶ ταῦτα 是一固定句式,意为“而且这是在……的情况下”,用于引入具有让步或强调意味的附加情形。此处与属格独立结构 τῆς χώρας μηδὲ ἐλαίας φερούσης 配合,强调在当地根本不出产橄榄树的环境下出现油是何等奇特。

  3. 57.5θαυμαστῶς Ἀλέξανδρος ἡσθεὶς δῆλός ἐστιν

    这是由 δῆλός ἐστιν 加上主格分词(ἡσθείς)构成的人称句式(personal construction),语义上等同于非人称的“显然亚历山大感到欢欣”,是希腊语在表达显明、为人所知等概念时惯用的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:57.1-57.5