← 普鲁塔克

亚历山大大帝传

§52.1-52.5

阿纳克萨库斯的慰勉与亚历山大的傲慢

亚历山大因杀死克雷托斯而陷入绝望痛悔,哲学家阿纳克萨库斯以统治者超越法律的说辞加以宽慰,却助长了国王的骄横,并加深了自身与卡利斯提尼的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.1

ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε καὶ τήν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος ἔκειτο, βαρεῖς ἀναφέρων στεναγμούς, δείσαντες οἱ φίλοι τήν ἀποσιώπησιν εἰσῆλθον βίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους, Ἀριστάνδρου δὲ τοῦ μάντεως ὑπομιμνῄσκοντος αὑτὸν τήν τε ὄψιν ἣν εἶδε περὶ τοῦ Κλείτου, καὶ τὸ σημεῖον, ὡς δὴ πάλαι καθειμαρμένων τούτων, ἔδοξεν ἐνδιδόναι.

国王在痛哭中度过了那一夜,到了次日,因呼喊和哀恸而力竭,躺着一言不发,只发出沉重的叹息;朋友们害怕他的沉默,强行闯了进去。亚历山大对其他人的话一概不理,但当预言家阿里斯坦德罗斯提醒他想起此前关于克雷托斯所见的异象和预兆,指出这些事情早已注定时,他似乎有所妥协。

§52.2

διὸ Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον, Ἀριστοτέλους οἰκεῖον ὄντα, καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον. ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πρᾴως, ὑποδυόμενος τῷ λόγῳ καὶ περιϊὼν ἀλύπως, λαβέσθαι τοῦ πάθους,1 ὁ δὲ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίᾳ, καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων, εὐθὺς εἰσελθὼν ἀνεβόησεν·

于是他们引来了哲学家卡利斯提尼(亚里士多德的亲戚)和阿布德拉的阿纳克萨库斯。其中,卡利斯提尼试图以温和合礼的方式,用言辞巧妙渗透、迂回婉转而不激起痛苦地平息国王的悲痛;但阿纳克萨库斯自始就在哲学上独辟蹊径,因傲慢轻视常规习俗而闻名,他一走进来就高声喊道: “这就是如今举世瞩目的亚历山大吗?

§52.3

οὗτός ἐστιν Ἀλέξανδρος, εἰς ὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει ὁ δὲ ἔρριπται κλαίων ὥσπερ ἀνδράποδον, ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷς αὑτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων,2 ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον.

他却像个奴隶一样倒在地上痛哭,畏惧世人的法律和指责——对于这些人而言,亚历山大自己本应是法律和公正的准绳,因为他战胜敌人是为了统治和掌控一切,而不是屈从于虚妄的名声而沦为奴隶。

§52.4

οὐκ οἶσθα, εἶπεν, ὅτι τήν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τήν Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ᾖ καὶ δίκαιον; τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε, καὶ τοῦ Καλλισθένους τήν ὁμιλίαν, οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν, προσδιέβαλε.

你难道不知道,”他说道,“宙斯身旁坐着正义女神和律法女神,就是为了让统治者所做的一切都成为合于天意和正义的吗?” 阿纳克萨库斯借用这番话,确实减轻了国王的哀痛,却在诸多方面使国王的品性变得更加骄横放肆;他不仅让自己极其得宠,还进一步在国王面前诋毁了卡利斯提尼,而后者的交往本就因其严肃古板而并不讨喜。

§52.5

λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶν καὶ κράσεως τοῦ περιέχοντος λόγων ὄντων, τὸν Καλλισθένην, μετέχοντα δόξης τοῖς λέγουσι3 τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶ δυσχείμερα τῶν Ἑλληνικῶν, ἐναντιουμένου τοῦ Ἀναξάρχου καὶ φιλονεικοῦντος, εἰπεῖν ἀλλὰ μὴν ἀνάγκη σοὶ ταῦτα ἐκείνων ὁμολογεῖν ψυχρότερα· σὺ γὰρ ἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθα δὲ τρεῖς ἐπιβεβλημένος δάπιδας κατάκεισαι. τὸν μὲν οὖν Ἀνάξαρχον καὶ τοῦτο προσπαρώξυνε.

据说有一次在宴席上,众人谈及季节与大气的冷暖,卡利斯提尼赞同那些认为此地比希腊更严寒冷酷的说法,阿纳克萨库斯则竭力反驳并与之争辩,卡利斯提尼说道: “可是,你必然得承认此地比希腊更冷;因为你在那里不过穿着一件粗斗篷过冬,而在这里,你却披着三条厚毯躺卧。” 这番话让阿纳克萨库斯更加恼羞成怒。

语法注3 条
  1. 52.2λαβέσθαι τοῦ πάθους

    动词 λαμβάνω 的中动语态不定过去时不定式 λαβέσθαι 支配属格补足语 τοῦ πάθους,意为“抓住、抑制或抚慰(国王的)悲痛”,作为补足不定式依附于前文的 ἐπειρᾶτο。

  2. 52.3οἷς αὑτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων

    关系代词与格 οἷς 的先行词是前文的 ἀνθρώπων。在无人称动词 προσήκει 之后,带主格意义的对格代词 αὑτόν 及其表语名词 νόμον καὶ ὅρον 与不定式 εἶναι 构成对格不定式结构,οἷς 为关涉与格(dative of reference),意为“对于这些人而言,他自己理应成为法律与正义的准绳”。

  3. 52.5μετέχοντα δόξης τοῖς λέγουσι

    分词 μετέχοντα 修饰后续不定式 εἰπεῖν 的对格逻辑主语 τὸν Καλλισθένην。动词 μετέχω 支配所赞同观点的属格(δόξης)以及所认同人群的与格(τοῖς λέγουσι),构成“赞同那些宣称……之人的观点”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:52.1-52.5