← 普鲁塔克

亚历山大大帝传

§53.1-53.5

卡利斯提尼的宴席演说与招致的敌意

卡利斯提尼因品行端正受到尊敬却遭谄媚者嫉妒,他在宴席上赞颂马其顿人赢得满堂彩,但在亚历山大的要求下转而痛斥马其顿人,从而招致了深刻的敌意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§53.1

τοὺς δὲ ἄλλους σοφιστὰς καὶ κόλακας ὁ Καλλισθένης ἐλύπει σπουδαζόμενος μὲν ὑπὸ τῶν νέων διὰ τὸν λόγον, οὐχ ἧττον δὲ τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον, εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη, καὶ βεβαιοῦντα τὴν λεγομένην τῆς ἀποδημίας πρόφασιν, ὅτι τοὺς πολίτας καταγαγεῖν καὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτιμούμενος ἀνέβη πρὸς Ἀλέξανδρον.

然而,卡利斯提尼却让其他智者和谄媚之徒感到恼怒,因为他因其辩才而受到年轻人的追捧,又因其生活方式同样受到长辈们的喜爱——他的生活井井有条、庄严自足,且证实了关于他远行的传闻缘由,即他前往亚历山大那里,是出于为同胞争取回归并重建家园的志向。

§53.2

φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν ἃ καὶ καθʼ αὑτοῦ1 τοῖς διαβάλλουσι παρεῖχε, τάς τε κλήσεις τὰ πολλὰ διωθούμενος, ἔν τε τῷ συνεῖναι βαρύτητι καὶ σιωπῇ δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις, ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπʼ αὐτῷ "μισῶ σοφιστήν, ὅστις οὐδʼ αὑτῷ σοφός."

然而,由于声名显赫而遭人嫉恨,他也给诋毁他的人提供了一些针对他自己的把柄:他常常拒绝邀请,而在同席相处时,又因其严肃沉默而显得既不赞同也不喜欢当时所发生的事情,以至于亚历山大甚至就他评论道: “我讨厌连对自己都不明智的智者。”

§53.3

λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπʼ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι, κατʼ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων "καλὰς ἀφορμὰς οὐ μέγʼ ἔργον εὖ λέγειν·2"

据说有一次,宴席上邀请了很多人,卡利斯提尼在推杯换盏之际被要求称赞马其顿人,他对这一论题阐发得如此流畅滔滔不绝,以至于众人纷纷起立鼓掌,将花冠投向他;亚历山大便援引欧里庇得斯的话说: “对于获得辩论之优良契机的人而言,善辩并非难事”;接着亚历山大说道:

§53.4

ἀλλʼ ἔνδειξαι, φάναι, τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν. οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν· "ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς·" ἐφʼ ᾧ3 πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε.

“但请你通过控告马其顿人,向我们展示你自己的本领,好让他们得知自己的过失而变得更好。” 于是,卡利斯提尼转而唱起反调,直言不讳地对马其顿人大加指责,并指出希腊人的内讧正是腓力势力与权力壮大的根源,且念道: “在纷争之中,即便至恶之人也能享有荣誉”;对此,马其顿人心中生出了刻骨而沉重的仇恨,亚历山大也说道,卡利斯提尼向马其顿人展现的并非辩才的精湛,而是其深怀的敌意。

语法注3 条
  1. 53.2ἔστιν ἃ καὶ καθʼ αὑτοῦ

    习惯短语 ἔστιν ἅ(“有些事物”,相当于拉丁语 sunt quae)在此充当动词 παρεῖχε 的直接宾语。介词短语 καθʼ αὑτοῦ(“针对他自己”)与间接宾语 τοῖς διαβάλλουσι(“毁谤者们”)共同依附于动词 παρεῖχε,意为“给诋毁他的人提供了一些对自己不利的把柄”。

  2. 53.2τὸν λαβόντα τῶν λόγων καλὰς ἀφορμὰς οὐ μέγʼ ἔργον εὖ λέγειν

    属于省略了系动词 ἐστί 的“宾格加不定式”结构。表语 οὐ μέγʼ ἔργον [ἐστί](“不是难事”)统领不定式 εὖ λέγειν(“善辩”),冠词分词 τὸν λαβόντα(“获得……的人”)作不定式的逻辑主语,呈现宾格形式。τῶν λόγων 是客观属格,修饰 καλὰς ἀφορμάς(“言论的优良起点/契机”)。

  3. 53.5ἐφʼ ᾧ

    介词 ἐπί 与中性关系代词单数 ᾧ 构成的短语,在此用作承接连词(意为“对此”、“因此”或“结果”),指代前文卡利斯提尼直言痛斥马其顿人的整个事件。后面的不定式 ἐγγενέσθαι 与 εἰπεῖν 延续了由前文 λέγεται 所统领的间接引语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:53.1-53.5