- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:51.1-51.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在宴席上的激烈争吵中,因克雷托斯固执的挑衅与朗诵讽刺诗句,亚历山大勃然大怒夺枪将其刺死;恢复理智后他企图自尽,被侍卫制止。
παροξυνθεὶς οὖν ὁ Ἀλέξανδρος, ἦ ταῦτα, εἶπεν, ὦ κακὴ κεφαλὴ, σὺ περὶ ἡμῶν ἑκάστοτε λέγων καὶ διαστασιάζων Μακεδόνας χαιρήσειν1 νομίζεις; ἀλλʼ οὐδὲ νῦν, ἔφη, χαίρομεν, Ἀλέξανδρε, τοιαῦτα τέλη τῶν πόνων κομιζόμενοι, μακαρίζομεν δὲ τοὺς ἤδη τεθνηκότας πρὶν ἐπιδεῖν2 Μηδικαῖς ῥάβδοις ξαινομένους Μακεδόνας, καὶ Περσῶν δεομένους ἵνα τῷ βασιλεῖ προσέλθωμεν.
亚历山大勃然大怒,说道:“恶汉,你以为你每次都这样谈论我们、在马其顿人中间挑起内讧,还能不受惩罚吗?” 克雷托斯说:“亚历山大啊,就连现在我们也不快乐,因为我们的辛劳换来了这样的报酬;我们倒羡慕那些在亲眼看到马其顿人被米底人的鞭子拷打、为了觐见国王而不得不乞求波斯人之前就已经死去了的人。”
τοιαῦτα τοῦ Κλείτου παρρησιαζομένου καὶ τῶν περὶ Ἀλέξανδρον ἀντανισταμένων καὶ λοιδορούντων αὐτόν, οἱ πρεσβύτεροι κατέχειν ἐπειρῶντο τὸν θόρυβον. ὁ δὲ Ἀλέξανδρος ἀποστραφεὶς πρὸς Ξενόδοχον τὸν Καρδιανὸν καὶ τὸν Κολοφώνιον Ἀρτέμιον, οὐ δοκοῦσιν, εἶπεν, ὑμῖν οἱ Ἕλληνες ἐν τοῖς Μακεδόσιν ὥσπερ ἐν θηρίοις ἡμίθεοι περιπατεῖν;
克雷托斯如此直言不讳,亚历山大身边的人纷纷起身辱骂他,年长者则竭力平息喧闹。但亚历山大转向卡狄亚的克塞诺多科斯和科洛丰的阿耳忒弥奥斯,说道:“在你们看来,希腊人在马其顿人当中漫步,难道不像半神走在野兽当中一样吗?”
τοῦ δὲ Κλείτου μὴ εἴκοντος, ἀλλὰ εἰς μέσον ἃ βούλεται λέγειν τὸν Ἀλέξανδρον κελεύοντος, ἢ μὴ καλεῖν ἐπὶ δεῖπνον ἄνδρας ἐλευθέρους καὶ παρρησίαν ἔχοντας, ἀλλὰ μετὰ βαρβάρων ζῆν καὶ ἀνδραπόδων, οἳ τὴν Περσικὴν ζώνην καὶ τὸν διάλευκον αὐτοῦ χιτῶνα προσκυνήσουσιν, οὐκέτι φέρων τὴν ὀργὴν Ἀλέξανδρος μήλων παρακειμένων ἑνὶ βαλὼν ἔπαισεν αὐτὸν καὶ τὸ ἐγχειρίδιον ἐζήτει.
但克雷托斯毫不退让,反而要亚历山大当众直说他想说的话,否则就不要邀请享有自由和直言权的男子共进晚餐,而干脆去同那些会俯首膜拜他的波斯腰带和白条纹长袍的野蛮人与奴隶生活在一起。亚历山大再也抑制不住怒火,抓起身边的一个苹果扔过去砸中了他,并寻找自己的短剑。
τῶν δὲ σωματοφυλάκων ἑνὸς Ἀριστοφάνους φθάσαντος ὑφελέσθαι, καὶ τῶν ἄλλων περιεχόντων καὶ δεομένων, ἀναπηδήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺς ὑπασπιστάς τοῦτο δὲ ἦν σύμβολον θορύβου μεγάλου, καὶ τὸν σαλπιγκτὴν ἐκέλευσε σημαίνειν, καὶ πὺξ ἔπαισεν ὡς διατρίβοντα καὶ μὴ βουλόμενον. οὗτος μὲν οὖν ὕστερον εὐδοκίμησεν ὡς τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αἰτιώτατος γενόμενος,3 τὸν δὲ Κλεῖτον οὐχ ὑφιέμενον οἱ φίλοι μόλις ἐξέωσαν τοῦ ἀνδρῶνος.
侍卫之一阿里斯托法内斯已抢先暗中拿走了短剑,其他人也围上来恳求,亚历山大却跳起身来,用马其顿语大声呼叫亲卫步兵——这是面临重大危机的信号——并命令号兵吹号报警,见号兵犹疑拖延、不愿吹响,便挥拳打了他。这名号兵后来因成为防止全营陷入混乱的首要功臣而广受赞誉。与此同时,朋友们费了好大劲才把坚决不退缩的克雷托斯推出了宴饮大厅。
ὁ δὲ κατʼ ἄλλας θύρας αὖθις εἰσῄει, μάλα ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα ταῦτα περαίνων "οἴμοι, καθʼ Ἑλλάδʼ ὡς κακῶς νομίζεται." οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει.
克雷托斯却又从另一扇门走了进来,极其轻蔑而狂妄地念出了欧里庇得斯《安德洛玛刻》中的这几句短长格诗行: “哀哉,希腊通行的风习何其败坏!” 于是亚历山大从一名侍卫手中夺过长矛,当克雷托斯正迎着他走来并掀开门前挂帘之际,将他刺穿。
πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ βρυχήματος εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρʼ ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δʼ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη,4 τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον.
克雷托斯在一声呻吟与咆哮中倒下,国王的怒气立刻消散了;他恢复了理智,见朋友们目瞪口呆地肃立一旁,虽抢先从尸体上拔出了长矛,但正要猛力刺向自己的喉咙时,却被制止了,侍卫们抓住了他的双手,强行将他架入了寝室。
- 51.1χαιρήσειν
动词 χαίρω 的将来时不定式,在此用作习语,意为“逍遥法外”、“不受惩罚”(类似于常见的分词习语 χαίρων),而非单纯的“高兴”。
- 51.1πρὶν ἐπιδεῖν
连词 πρίν 后接不定式 ἐπιδεῖν(ἐφοράω 的不定过去时)。其宾语为修饰 Μακεδόνας 的宾格分词 ξαινομένους 与 δεομένους,后者进一步引出 ἵνα 目的从句,且从句主语转换为了第一人称复数(προσέλθωμεν)。
- 51.4τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αἰτιώτατος γενόμενος
带有否定词 μή 的冠词不定式属格 τοῦ μὴ συνταραχθῆναι(不定过去时被动态),作为最高级形容词 αἰτιώτατος(“对……负有责任的”、“是……的主要原因”)的补充成分(原因/关联属格),意为“成为使全营未陷于大乱的首要功臣”。
- 51.6ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δʼ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη
由 μὲν... δέ 构成的对比句。前半句中,动词 ἔφθασε 支配不定式 ἑλκύσασθαι,表示“抢先/成功从尸体上拔出了长矛”;后半句以被动动词 ἐπεσχέθη(被制止)为主干,修饰它的分词 ὁρμήσας 支配不定式 παῖσαι(“冲上前去刺击自己”)。
