← 普鲁塔克

亚历山大大帝传

§50.1-50.6

不祥征兆与宴席上与克雷图斯的争吵

在分尝鲜果时出现的献祭凶兆与不祥梦境之后,宴席上因嘲讽战败将领的诗歌引发了亚历山大与酒醉的克雷图斯之间的激烈争吵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.1

οὐ πολλῷ δὲ ὕστερον συνηνέχθη καὶ τὰ περὶ Κλεῖτον, οὕτω μὲν ἁπλῶς πυθομένοις τῶν κατὰ Φιλώταν ἀγριώτερα λόγῳ μέντοι συντιθέντες ἅμα καὶ τὴν αἰτίαν καὶ τόν καιρόν, οὐκ ἀπὸ γνώμης, ἀλλὰ δυστυχίᾳ τινὶ ταῦτα εὑρίσκομεν πεπραγμένα τοῦ βασιλέως,1 ὀργὴν καὶ μέθην πρόφασιν τῷ Κλείτου δαίμονι παρασχόντος.

不久之后,又发生了有关克雷图斯的一幕;对于仅仅听闻此事的人而言,这看似比菲洛塔斯之事更为残酷;然而若以理性将起因与时机一并加以审度,便会发现此举并非出于国王的蓄意图谋,而是出于他的一种不幸,他将愤怒与醉酒作为借口提供给了克雷图斯的厄运。

§50.2

ἐπράχθη δὲ οὕτως. ἧκόν τινες ὀπώραν Ἑλληνικὴν ἀπὸ θαλάσσης τῷ βασιλεῖ κομίζοντες, ὁ δὲ θαυμάσας τὴν ἀκμὴν καὶ τὸ κάλλος ἐκάλει τόν Κλεῖτον, ἐπιδεῖξαι καὶ μεταδοῦναι βουλόμενος. ὁ δὲ θύων μὲν ἐτύγχανεν, ἀφεὶς δὲ τὴν θυσίαν ἐβάδιζε καὶ τρία τῶν κατεσπεισμένων προβάτων ἐπηκολούθησεν αὑτῷ.

事情是这样发生的。有人从海边给国王送来希腊的鲜果,国王赞叹其新鲜美观,便召见克雷图斯,欲将鲜果向他展示并分予他品尝。克雷图斯当时正巧在献祭,他丢下祭礼前去,而那几只已浇奠酒的羊中有三只竟一路跟随着他。

§50.3

πυθόμενος δὲ ὁ βασιλεὺς ἀνεκοινοῦτο τοῖς μάντεσιν Ἀριστάνδρῳ καὶ Κλεομάντει τῷ Λάκωνι. φησάντων δὲ πονηρὸν εἶναι τὸ σημεῖον, ἐκέλευσεν ἐκθύσασθαι κατὰ τάχος ὑπὲρ τοῦ Κλείτου. καὶ γὰρ αὐτὸς ἡμέρᾳ τρίτῃ κατὰ τοὺς ὕπνους ἰδεῖν ὄψιν ἄτοπον δόξαι γὰρ αὑτῷ τόν Κλεῖτον μετὰ τῶν Παρμενίωνος υἱῶν ἐν μέλασιν ἱματίοις καθέζεσθαι, τεθνηκότων ἁπάντων.2

国王得知此事后,向预言家阿里斯坦德罗斯及拉克尼亚人克莱奥曼提斯垂询。预言家断言这是凶兆,国王遂命人火速为克雷图斯举行禳解辟邪的祭礼。因为国王本人在前两天的睡梦中亦曾见到异象:在他看来,克雷图斯身着黑衣与帕尔梅尼奥的诸子坐在一处,而那些人全已死绝。

§50.4

οὐ μὴν ἔφθασεν ὁ Κλεῖτος ἐκθυσάμενος,3 ἀλλʼ εὐθὺς ἐπὶ τὸ δεῖπνον ἧκε, τεθυκότος τοῦ βασιλέως Διοσκούροις. πότου δὲ νεανικοῦ συρραγέντος ᾔδετο ποιήματα Πρανίχου τινός, ὡς δέ φασιν ἔνιοι, Πιερίωνος, εἰς τοὺς στρατηγοὺς πεποιημένα τοὺς ἔναγχος ἡττημένους ὑπὸ τῶν βαρβάρων ἐπʼ αἰσχύνῃ καὶ γέλωτι.

然而克雷图斯未能先完成辟邪之祭,却径直赶赴宴席,当时国王刚刚向狄奥斯库洛伊神献祭完毕。当狂饮痛饮展开时,有人唱起某位普拉尼霍斯——或据某些人说,是皮埃里翁——所作的诗作,其内容意在对不久前被蛮族击溃的将领们极尽羞辱与嘲弄。

§50.5

τῶν δὲ πρεσβυτέρων δυσχεραινόντων καὶ λοιδορούντων τόν τε ποιητὴν καὶ τόν ᾄδοντα, τοῦ δὲ Ἀλεξάνδρου καὶ τῶν περὶ αὐτὸν ἡδέως ἀκροωμένων καὶ λέγειν κελευόντων, ὁ Κλεῖτος ἤδη μεθύων καὶ φύσει τραχὺς ὢν ὀργὴν καὶ αὐθάδης ἠγανάκτει μάλιστα, φάσκων οὐ καλῶς ἐν βαρβάροις καὶ πολεμίοις ὑβρίζεσθαι Μακεδόνας πολὺ βελτίονας τῶν γελώντων, εἰ καὶ δυστυχίᾳ κέχρηνται.

年长者对此深感愤懑,痛斥作诗者与演唱者,但亚历山大与其近侍却听得津津有味,并命其继续朗诵;克雷图斯本已沉醉,性情又天生暴烈倔强,至此格外愤愤不平,声言即便遭遇不幸,远胜于这些嘲笑者的马其顿人在蛮族和仇敌面前遭受侮辱也实非正理。

§50.6

φήσαντος δὲ τοῦ Ἀλεξάνδρου τόν Κλεῖτον αὑτῷ συνηγορεῖν δυστυχίαν ἀποφαίνοντα τὴν δειλίαν, ἐπαναστὰς ὁ Κλεῖτος, αὕτη μέντοι σε, εἶπεν, ἡ δειλία τόν ἐκ θεῶν ἤδη τῷ Σπιθριδάτου ξίφει τόν νῶτον ἐπιτρέποντα4 περιεποίησε, καὶ τῷ Μακεδόνων αἵματι καὶ τοῖς τραύμασι τούτοις ἐγένου τηλικοῦτος ὥστε Ἄμμωνι σαυτὸν εἰσποιεῖν ἀπειπάμενος Φίλιππον.

亚历山大反唇相讥,说克雷图斯把怯懦描绘成不幸是在为自己开脱辩护,克雷图斯随即猛然起身,“然而正是这怯懦,”他说,“救了你这位自诩为神明之子、当时已把后背迎向斯皮特里达特斯利刃的人;正是凭着马其顿人的鲜血与这些创伤,你才变得如此显赫,以至不认腓力而自命为阿蒙之子!”

语法注4 条
  1. 50.1οὕτω μὲν ἁπλῶς πυθομένοις τῶν κατὰ Φιλώταν ἀγριώτερα· λόγῳ μέντοι συντιθέντες ἅμα καὶ τὴν αἰτίαν καὶ τόν καιρόν, οὐκ ἀπὸ γνώμης, ἀλλὰ δυστυχίᾳ τινὶ ταῦτα εὑρίσκομεν πεπραγμένα τοῦ βασιλέως

    句首的与格分词 πυθομένοις 作判断者与格(“对单纯听闻此事的人而言”),修饰比较级 ἀγριώτερα;而其后的主格分词 συντιθέντες 则与第一人称复数主动词 εὑρίσκομεν 一致,体现出从外在判断者视角转换到作者与读者共同审度的分析视角。分词 πεπραγμένα 作为 εὑρίσκομεν 的补足成分,属格 τοῦ βασιλέως 隔词修饰 δυστυχίᾳ τινὶ(表示所属)。

  2. 50.2καὶ γὰρ αὐτὸς ἡμέρᾳ τρίτῃ κατὰ τοὺς ὕπνους ἰδεῖν ὄψιν ἄτοπον· δόξαι γὰρ αὑτῷ τόν Κλεῖτον μετὰ τῶν Παρμενίωνος υἱῶν ἐν μέλασιν ἱματίοις καθέζεσθαι, τεθνηκότων ἁπάντων

    在由 γάρ 引导的原因从句中,使用了不定式 ἰδεῖν 与 δόξαι 代替限定动词。这属于间接引语(oratio obliqua)在原因从句中的延续用法,表达转述或背景回忆的语气(“据说他自己梦见了……因为他似乎看见……”)。句尾的 τεθνηκότων ἁπάντων 为属格独立结构,交代帕尔梅尼奥诸子当时均已身亡的背景。

  3. 50.4οὐ μὴν ἔφθασεν ὁ Κλεῖτος ἐκθυσάμενος

    动词 φθάνω 与补足分词(ἐκθυσάμενος)搭配的习惯构式,字面意为“未能提前完成辟邪祭礼”,配合否定词 οὐ μὴν 表达“克雷图斯还来不及做完辟邪祭仪就已……”。

  4. 50.6τόν ἐκ θεῶν ἤδη τῷ Σπιθριδάτου ξίφει τόν νῶτον ἐπιτρέποντα

    分词短语 τόν ... ἐπιτρέποντα 作动词 περιεποίησε(拯救)的宾语代词 σε 的同位修饰成分。其中插入的 ἐκ θεῶν(“这位早已自命为神明后裔者”)辛辣地讽刺了亚历山大自封的神性,与后文“将后背迎向斯皮特里达特斯的利刃(τόν νῶτον ἐπιτρέποντα)”这一狼狈情景形成了鲜明刺目的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:50.1-50.6