- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:49.1-49.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
利姆努斯的暗杀阴谋败露且菲洛塔斯未作通报,导致亚历山大下令严刑拷问并处死菲洛塔斯,随后又诛杀了帕尔梅尼奥,使群臣与近臣深感震恐。
ὁ μὲν οὖν Φιλώτας ἐπιβουλευόμενος οὕτως ἠγνόει, καὶ συνῆν τῇ Ἀντιγόνῃ πολλὰ καὶ πρὸς ὀργὴν καὶ μεγαλαυχίαν ῥήματα καὶ λόγους κατὰ τοῦ βασιλέως ἀνεπιτηδείους προϊέμενος.
于是菲洛塔斯完全不知自己正受到暗算,依旧与安提戈涅同处,并出于愤怒和夸口,频频吐露许多针对国王的不逊之词。
ὁ δὲ Ἀλέξανδρος, καίπερ καρτερᾶς ἐνδείξεως κατὰ τοῦ Φιλώτου προσπεσούσης, ἐκαρτέρησε σιωπῇ καί κατέσχεν, εἴτε θαρρῶν τῇ Παρμενίωνος εὐνοίᾳ πρὸς αὑτόν, εἴτε δεδιὼς τὴν δόξαν αὐτῶν καὶ τὴν δύναμιν. ἐν δὲ τῷ τότε χρόνῳ Μακεδὼν ὄνομα Λίμνος, ἐκ Χαλαίστρας, ἐπιβουλεύων Ἀλεξάνδρῳ Νικόμαχόν τινα τῶν νέων, πρὸς ὃν αὐτὸς ἐρωτικῶς εἶχεν, ἐπὶ τὴν κοινωνίαν τῆς πράξεως παρεκάλει.
亚历山大虽然接到了针对菲洛塔斯的强有力告发,却依然默默忍耐克制,或是出于坚信帕尔梅尼奥对自己的忠诚,或是畏惧他们父子的威望与权势。正在此时,一个名叫利姆努斯、来自哈莱斯特拉的马其顿人阴谋刺杀亚历山大,他邀请一名同自己有情爱关系的青年尼科马霍斯共同参与此事。
τοῦ δὲ μὴ δεξαμένου, φράσαντος δὲ τἀδελφῷ Κεβαλίνῳ τὴν πεῖραν, ἐλθὼν ἐκεῖνος πρὸς Φιλώταν ἐκέλευσεν εἰσάγειν αὐτοὺς πρὸς Ἀλέξανδρον ὡς περὶ ἀναγκαίων ἔχοντας ἐντυχεῖν καὶ μεγάλων, ὁ δὲ Φιλώτας, ὅ τι δὴ παθὼν1 (ἄδηλον γὰρ ἐστιν), οὐ παρῆγεν αὐτούς, ὡς πρὸς ἄλλοις μείζοσι γιγνομένου τοῦ βασιλέως, καὶ τοῦτο δὶς ἐποίησεν.
尼科马霍斯不仅拒绝了,还将这番试探告诉了他的兄弟凯巴利努斯;凯巴利努斯于是前去见菲洛塔斯,要求引见他们晋见亚历山大,理由是有紧要而重大的事宜须当面陈奏。然而菲洛塔斯不知何故(因为原因不明),却并未带他们引见,推托说国王正忙于其他更重大的事务;而且他一连两次都是如此。
οἱ δὲ καθʼ ὑπεροψίαν ἤδη τοῦ Φιλώτου τραπόμενοι πρὸς ἕτερον καὶ διʼ ἐκείνου τῷ Ἀλεξάνδρῳ προσαχθέντες πρῶτον μὲν τὰ τοῦ Λίμνου κατεῖπον, ἔπειτα παρεδήλωσαν ἡσυχῇ τὸν Φιλώταν, ὡς ἀμελήσειεν αὐτῶν δὶς ἐντυχόντων. καί τοῦτο δὴ σφόδρα παρώξυνε τὸν Ἀλέξανδρον· καὶ τοῦ πεμφθέντος ἐπὶ τὸν Λίμνον, ὡς ἠμύνετο συλλαμβανόμενος, ἀποκτείναντος αὑτόν, ἔτι μᾶλλον διεταράχθη, τὸν ἔλεγχον ἐκπεφευγέναι τῆς ἐπιβουλῆς νομίζων.
于是,他们因受到菲洛塔斯的冷落而转向他人,并通过那人被引见给亚历山大。他们首先告发了利姆努斯的行径,随后又低声暗示菲洛塔斯在他们两次求见时皆置之不理。这确实令亚历山大勃然大怒;加之奉命去捉拿利姆努斯的人因对方拒捕而将其击毙,亚历山大越发心绪不宁,认为追查阴谋的真凭实据已经落空。
καὶ πικρῶς ἔχων πρὸς τὸν Φιλώταν ἐπεσπάσατο τοὺς πάλαι μισοῦντας αὑτόν, ἤδη φανερῶς λέγοντας ὡς ῥᾳθυμία τοῦ βασιλέως εἴη Λίμνον οἰομένου,2 Χαλαιστραῖον ἄνθρωπον, ἐπιχειρῆσαι τολμήματι τοσούτῳ καθʼ αὑτὸν ἀλλὰ τοῦτον μὲν ὑπηρέτην εἶναι, μᾶλλον δὲ ὄργανον ἀπὸ μείζονος ἀρχῆς ἀφιέμενον, ἐν ἐκείνοις δὲ τὴν ἐπιβουλὴν ζητητέον οἷς μάλιστα ταῦτα λανθάνειν συνέφερε.
亚历山大对菲洛塔斯怀着怨恨,便召拢了那些素来仇视菲洛塔斯的人。这些人此刻公开声称,国王若以为单凭哈莱斯特拉人利姆努斯这样一个微不足道之徒便能独自发起如此大胆的冒险,那未免过于疏忽大意了;此人不过是个仆从,更确切地说,是由某个更高权力所操弄的工具,应当在那些此事隐而不露于己最为有利的人当中去追查这桩阴谋。
τοιούτοις λόγοις καὶ ὑπονοίαις ἀναπετάσαντος τὰ ὦτα τοῦ βασιλέως ἐπῆγον ἤδη μυρίας κατὰ τοῦ Φιλώτου διαβολάς. ἐκ τούτου δὲ συλληφθεὶς ἀνεκρίνετο, τῶν ἑταίρων ἐφεστώτων ταῖς βασάνοις, Ἀλεξάνδρου δὲ κατακούοντος ἔξωθεν αὐλαίας παρατεταμένης ὅτε δὴ καί φασιν αὑτὸν εἰπεῖν, οἰκτρὰς καὶ ταπεινὰς τοῦ Φιλώτου φωνὰς καὶ δεήσεις τοῖς περὶ τὸν Ἡφαιστίωνα προσφέροντος οὕτω δὴ μαλακὸς ὢν, ὦ Φιλώτα, καὶ ἄνανδρος ἐπεχείρεις πράγμασι τηλικούτοις;
国王对诸如此类的言论和猜疑倾耳听信,他们便随即对菲洛塔斯罗织了无数的谗言诽谤。菲洛塔斯随即被捕受审,同僚近臣们监督酷刑拷问,而亚历山大则在一道张挂的帐幔外暗中倾听。据说,当时菲洛塔斯向赫菲斯提翁等人发出凄惨而卑微的哀号与乞怜,亚历山大脱口说道: “菲洛塔斯,你既然这般软弱怯懦,又怎敢企图染指如此滔天的举动?”
ἀποθανόντος δὲ τοῦ Φιλώτου καὶ Παρμενίωνα πέμψας εὐθὺς εἰς Μηδίαν ἀνεῖλεν, ἄνδρα πολλὰ μὲν Φιλίππῳ συγκατεργασάμενον, μόνον δὲ ἢ μάλιστα τῶν πρεσβυτέρων φίλων Ἀλέξανδρον εἰς Ἀσίαν ἐξορμήσαντα διαβῆναι,3 τριῶν δὲ υἱῶν οὓς ἔσχεν, ἐπὶ τῆς στρατιᾶς δύο μὲν ἐπιδόντα πρότερον ἀποθανόντας, τῷ δὲ τρίτῳ συναναιρεθέντα.
菲洛塔斯被处决后,亚历山大又随即派人前往米底亚,将帕尔梅尼奥也一并杀害。帕尔梅尼奥曾与腓力共同建树无数功业,在年长的密友中也是唯一或最为坚决地促成亚历山大渡海进军亚洲之人;然而在他所拥有的三个儿子中,他目睹了其中两人在军中先行死去,最终自己又与第三个儿子一同被害。
ταῦτα πραχθέντα πολλοῖς τῶν φίλων φοβερὸν ἐποίησε τὸν Ἀλέξανδρον, μάλιστα δὲ Ἀντιπάτρῳ καὶ πρὸς Αἰτωλοὺς ἔπεμψε κρύφα πίστεις διδοὺς καὶ λαμβάνων. ἐφοβοῦντο γὰρ Ἀλέξανδρον Αἰτωλοὶ διὰ τὴν Οἰνιαδῶν ἀνάστασιν, ἣν πυθόμενος οὐκ Οἰνιαδῶν ἔφη παῖδας, ἀλλʼ αὑτὸν ἐπιθήσειν δίκην Αἰτωλοῖς.
这些举动使亚历山大在众多朋友眼中变得令人生畏,尤其令安提帕特感到恐惧。安提帕特遂秘密派使者前往埃托利亚人那里,双方互换盟誓誓约。因为埃托利亚人由于毁灭并驱逐俄尼亚达伊一事而畏惧亚历山大;亚历山大得知此事后曾扬言,向埃托利亚人追讨惩罚的将不是俄尼亚达伊人的后代,而是他本人。
- 49.3ὅ τι δὴ παθὼν
成语性熟语,意为“不知着了什么魔”或“究竟出于何故”。中性代词 ὅ τι 与动词 πάσχω 的不定过去时分词 παθών 结合,用以表示当事人采取令人费解之举动时动机的不可知或反常。
- 49.5ῥᾳθυμία τοῦ βασιλέως εἴη Λίμνον οἰομένου
间接引语中的希求法(εἴη)搭配充当表语的特征属格及其修饰分词。τοῦ βασιλέως 为说明过失归属的属格(“实属国王的疏忽”),分词 οἰομένου 直接修饰 τοῦ βασιλέως,以此界定其疏忽的具体内容(“竟认为……”)。
- 49.7μόνον δὲ ἢ μάλιστα τῶν πρεσβυτέρων φίλων Ἀλέξανδρον εἰς Ἀσίαν ἐξορμήσαντα διαβῆναι
分词 ἐξορμήσαντα 与充当帕尔梅尼奥同位语的宾格名词 ἄνδρα 一致,并支配宾语 Ἀλέξανδρον 以及表示目的或结果的不定式 διαβῆναι。结构表明他是“在年长密友中,唯一或最为坚决地促成亚历山大渡海进军亚洲”之人。
