← 普鲁塔克

亚历山大大帝传

§48.1-48.5

菲洛塔斯的傲慢与亚历山大的暗中监视

帕尔梅尼奥之子菲洛塔斯勇武慷慨,却因举止傲慢并在情妇面前狂言自大而招致猜忌,亚历山大得知后命其情妇充当耳目暗中监视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48.1

Φιλώτας δὲ ὁ Παρμενίωνος ἀξίωμα μὲν εἶχεν ἐν τοῖς Μακεδόσι μέγα καὶ γὰρ ἀνδρεῖος ἐδόκει καὶ καρτερικὸς εἶναι, φιλόδωρος δὲ οὕτω καὶ φιλέταιρος μετʼ αὐτόν Ἀλέξανδρον οὐδείς, λέγεται γοῦν ὅτι τῶν συνήθων τινὸς αἰτοῦντος ἀργύριον ἐκέλευσε δοῦναι φήσαντος δὲ τοῦ διοικητοῦ μὴ ἔχειν, τί λέγεις; εἶπεν, οὐδὲ ποτήριον ἔχεις οὐδὲ ἱμάτιον;

帕尔梅尼奥之子菲洛塔斯在马其顿人中享有极高的威望;因为他显得既英勇又能吃苦耐劳,而在慷慨大度和善待朋友方面,除亚历山大本人之外无人能及。据说,当他的一位熟人向他要钱时,他吩咐如数给予,而当管账者说没有钱时,“你说什么?” 他说,“难道你连一只杯子或一件斗篷都没有吗?”

§48.2

ὄγκῳ δὲ φρονήματος καὶ βάρει πλούτου καὶ τῇ περὶ τὸ σῶμα θεραπείᾳ καὶ διαίτῃ χρώμενος ἐπαχθέστερον ἢ κατʼ ἰδιώτην,1 καὶ τότε δὴ τὸ σεμνὸν καὶ ὑψηλὸν οὐκ ἐμμελῶς, ἀλλʼ ἄνευ χαρίτων τῷ σολοίκῳ καὶ παρασήμῳ μιμούμενος, ὑποψίαν καὶ φθόνον ἔσχεν, ὥστε καὶ Παρμενίωνά ποτε εἰπεῖν πρός αὐτόν ὦ παῖ, χείρων μοι γίνου.2

然而,他由于心气傲慢、财富沉重,其排场侍奉与生活起居又繁文缛节、过于超出平民的本分,加之此时他未能协调中节、反倒毫无风雅地以粗鲁不逊和虚饰造作来摹仿威严与崇高,因而招致了嫌忌与猜忌,以至于帕尔梅尼奥曾对他说: “孩子,为我着想,变得逊色些吧。”

§48.3

πρός δὲ αὐτόν Ἀλέξανδρον ἐκ πάνυ πολλῶν χρόνων ἐτύγχανε διαβεβλημένος,3 ὅτε γὰρ τὰ περὶ Δαμασκὸν ἑάλω χρήματα Δαρείου νικηθέντος ἐν Κιλικίᾳ, πολλῶν σωμάτων κομισθέντων εἰς τὸ στρατόπεδον εὑρέθη γύναιον ἐν τοῖς αἰχμαλώτοις, τῷ μὲν γένει Πυδναῖον, εὐπρεπὲς δὲ τὴν ὄψιν ἐκαλεῖτο δὲ Ἀντιγόνη.

此外,在亚历山大本人面前,他其实在极早以前就已遭到诋毁与中伤。因为当大流士在基利家战败、大马士革一带的财物被缴获时,大批人员被押送到军营,在俘虏中发现了一名青年女子,祖籍皮德纳,容貌姣好,名字叫安提戈涅。

§48.4

τοῦτο ἔσχεν ὁ Φιλώτας οἷα δὲ νέος πρός ἐρωμένην καὶ σὺν οἴνῳ πολλὰ φιλότιμα καὶ στρατιωτικὰ παρρησιαζόμενος ἑαυτοῦ τὰ μέγιστα τῶν ἔργων ἀπέφαινε καὶ τοῦ πατρός,4 Ἀλέξανδρον δὲ μειράκιον ἀπεκάλει διʼ αὐτοὺς τὸ τῆς ἀρχῆς ὄνομα καρπούμενον.

菲洛塔斯得到了她,作为年轻人,他在酒后向情妇大放厥词、夸夸其谈许多好胜狂妄的军中大话,硬说最伟大的战功皆出自他和他父亲之手,并贬称亚历山大不过是个靠着他们才坐享统治虚名的黄口小儿。

§48.5

ταῦτα τῆς γυναικὸς ἐκφερούσης πρός τινα τῶν συνήθων, ἐκείνου δέ, ὡς εἰκὸς, πρός ἕτερον, περιῆλθεν εἰς Κρατερὸν ὁ λόγος καὶ λαβὼν τὸ γύναιον εἰσήγαγε κρύφα πρός Ἀλέξανδρον. ἀκούσας δὲ ἐκεῖνος ἐκέλευσε φοιτᾶν εἰς ταὐτὸ τῷ Φιλώτᾳ, καὶ πᾶν, ὅ τι ἂν ἐκπύθηται τούτου, πρός αὐτόν ἀπαγγέλλειν βαδίζουσαν.

那妇人将这番话泄露给了一位熟人,而那人又理所当然地传给了另一人,话便辗转传到了克拉特鲁斯耳中。克拉特鲁斯带上这妇人,秘密引见给亚历山大。亚历山大听后,吩咐她依旧与菲洛塔斯同处往来,凡从菲洛塔斯那里探知的一切,都要亲自前来向他禀报。

语法注4 条
  1. 48.2ἐπαχθέστερον ἢ κατʼ ἰδιώτην

    比较级副词 ἐπαχθέστερον 后接“ἢ κατά + 宾格”结构,表示超过了某一身份或限度,即“比平民的本分更令人难以容忍/更为繁复沉重”。

  2. 48.2χείρων μοι γίνου

    比较级 χείρων(字面意为“较差的、下等的”)在此处引申为“低调些、逊色些、收敛些”。与格 μοι 是表关切的情感与格(伦理与格),表示“为了我、看在我的份上”。

  3. 48.3ἐτύγχανε διαβεβλημένος

    动词 τυγχάνω 与完成时被动分词 διαβεβλημένος 连用,表示在过去已经处于并持续存在的一种状态,即“(在亚历山大面前)早就处于被中伤、失宠的状态”。

  4. 48.4ἑαυτοῦ τὰ μέγιστα τῶν ἔργων ἀπέφαινε καὶ τοῦ πατρός

    动词 ἀπέφαινε 支配宾语 τὰ μέγιστα τῶν ἔργων,属格 ἑαυτοῦ ... καὶ τοῦ πατρός 用作表语性属格(所有属格),意为“声明最伟大的战功属于自己及其父亲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:48.1-48.5