- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:47.1-47.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大率精兵鼓舞将士继续东征,推行民族融合政策并迎娶罗克珊娜,同时严厉调解了亲信赫菲斯提翁与克拉特鲁斯之间的冲突。
φοβούμενος δὲ τοὺς Μακεδόνας, μὴ εἰς τὰ ὑπόλοιπα τῆς στρατείας ἀπαγορεύσωσι, τὸ μὲν ἄλλο πλῆθος εἴασε κατὰ χώραν, τοὺς δὲ ἀρίστους ἔχων ἐν Ὑρκανίᾳ μεθʼ ἑαυτοῦ, δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς, προσέβαλε, λέγων ὡς νῦν μὲν αὐτοὺς ἐνύπνιον τῶν βαρβάρων ὁρώντων, ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσίαν ἀπίωσιν, ἐπιθησομένων εὐθὺς ὥσπερ γυναιξίν.1
亚历山大担心马其顿人会对剩余的远征畏缩不前,便将大部队留在原地,在希尔卡尼亚把最精锐之士——两万步兵和三千骑兵——带在身边,向〔他们〕试探说,异族人现在不过把他们视为幻梦,但如果他们仅仅扰乱了亚洲就撤退,异族人便会立刻像对待妇人一样扑向他们。
οὐ μὴν ἀλλʼ ἀπιέναι γε τοὺς βουλομένους ἐφῆκε, μαρτυράμενος ὅτι τὴν οἰκουμένην τοῖς Μακεδόσι κτώμενος ἐγκαταλέλειπται μετὰ τῶν φίλων καὶ τῶν ἐθελόντων στρατεύειν. ταῦτα σχεδὸν αὐτοῖς ὀνόμασιν ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ γέγραπται, καὶ ὅτι ταῦτα εἰπόντος αὐτοῦ πάντες ἐξέκραγον ὅποι βούλεται τῆς οἰκουμένης ἄγειν· δεξαμένων δὲ τούτων τὴν πεῖραν οὐκέτι ἦν χαλεπὸν προσαχθῆναι τὸ πλῆθος, ἀλλὰ ῥᾳδίως ἐπηκολούθησεν.
尽管如此,他还是准许想走的人离去,并宣誓抗议说,正当他为马其顿人赢得整个天下时,他却与自己的朋友以及愿意从军的人一起被遗弃了。这些话几乎以一模一样的字句写在给安提帕特的信中;信中还提到,当他说出这些话时,所有人都高呼,愿意随他去往他想去的天下任何地方。当这些人接受了考验之后,大众便不再难以被争取过来,而是轻易地跟随了他。
οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν, ἐκεῖνά τε προσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν, ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον διʼ εὐνοίας καταστήσεσθαι τὰ πράγματα νομίζων ἢ βίᾳ, μακρὰν ἀπαίροντος αὐτοῦ, διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις ἐντρέφεσθαι, πολλοὺς ἐπιστάτας καταστήσας.
于是,他在生活方式上更加效仿当地人,同时也使当地风俗向马其顿习俗靠拢,他认为当自己远走之际,通过融合与共处所建立的善意,比暴力更能使局势安定下来。因此,他挑选了三万名男童,吩咐他们学习希腊文字并接受马其顿式武器的训练,还任命了许多监督官。
καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δὲ οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναι πράγμασιν. ἐθάρρησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ γάμου, καὶ τὸν Ἀλέξανδρον ὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδὲ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.2
迎娶罗克珊娜之事,虽是出于他在饮宴间的舞蹈中见到她美丽动人而萌生的爱意,但看来也与当下的局势并不违背。因为异族人因这场联姻的结盟而大受鼓舞,并极其爱戴亚历山大,因为他在这些事上一向极有节制,甚至对自己唯一倾心的女人,也未曾屈尊在明媒正娶之外去触碰她。
ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα· διʼ ἐκείνου μὲν ἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲ τοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα, τὸν δὲ ἐτίμα, νομίζων καὶ λέγων ἀεί τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φιλοβασιλέα.
当他看到自己最显赫的朋友中,赫菲斯提翁赞成他并与他一同改变装束,而克拉特鲁斯则墨守祖制时,便通过前者与异族人交涉,通过后者与希腊人和马其顿人交涉;总体上他最爱前者,却最器重后者,常以为并口称赫菲斯提翁是“爱亚历山大之人”,而克拉特鲁斯是“爱国王之人”。
διὸ καὶ πρὸς ἀλλήλους ὑπούλως ἔχοντες συνέκρουον πολλάκις, ἅπαξ δὲ περὶ τὴν Ἰνδικὴν καὶ εἰς χεῖρας ἦλθον σπασάμενοι τὰ ξίφη, καὶ τῶν φίλων ἑκατέρῳ παραβοηθούντων προσελάσας Ἀλέξανδρος ἐλοιδόρει τὸν Ἡφαιστίωνα φανερῶς, ἔμπληκτον καλῶν καὶ μαινόμενον, εἰ μὴ συνίησιν ὡς, ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται, μηδέν ἐστιν3 ἰδίᾳ δὲ καὶ τοῦ Κρατεροῦ πικρῶς καθήψατο.
因此,两人暗怀芥蒂,屡生冲突,有一次在靠近印度的地方甚至拔剑相向、动起手来。当双方的朋友各自上前相助时,亚历山大骑马赶来,公开痛斥赫菲斯提翁,称他若不明白一旦有人从他身边夺走亚历山大、他便一无是处,就是个蠢人和疯子;私下里他也严厉斥责了克拉特鲁斯。
καὶ συναγαγὼν αὐτοὺς καὶ διαλλάξας ἐπώμοσε τὸν Ἄμμωνα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴν μάλιστα φιλεῖν ἀνθρώπων ἁπάντων ἐκείνους ἂν δὲ πάλιν αἴσθηται διαφερομένους, ἀποκτενεῖν ἀμφοτέρους, ἢ τὸν ἀρξάμενον. ὅθεν ὕστερον οὐδὲ παίζοντες εἰπεῖν τι οὐδὲ πρᾶξαι πρὸς ἀλλήλους λέγονται.
随后,他将两人聚在一起使他们和解,并指着阿蒙和其他诸神起誓:在全人类中他最爱的就是他们二人,但若日后发觉他们再次争执,便要将两人处死,或至少处死先挑起争端之人。据说从此以后,他们两人之间哪怕是开玩笑也未曾说过或做过不利于对方的事。
- 47.1λέγων ὡς νῦν μὲν αὐτοὺς ἐνύπνιον τῶν βαρβάρων ὁρώντων, ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσίαν ἀπίωσιν, ἐπιθησομένων εὐθὺς ὥσπερ γυναιξίν.
连词 ὡς 引导间接引语,采用了属格独立结构(ὁρώντων 以及将来分词 ἐπιθησομένων)。其中将来分词 ἐπιθησομένων 作为条件从句 ἂν ... ἀπίωσιν 的主句结果成分。
- 47.4ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδὲ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.
短语 οὐδὲ ἧς μόνης ... γυναικός 体现了先行词并入关系从句(antecedent incorporation)的现象,其原本结构相当于 οὐδὲ ταύτης τῆς γυναικὸς ἧς μόνης ἡττήθη。不定式 θιγεῖν 支配属格,因此整个关系结构均呈现属格。
- 47.6εἰ μὴ συνίησιν ὡς, ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται, μηδέν ἐστιν
在依附于分词 καλῶν 的条件从句(εἰ μὴ συνίησιν)内部,进一步嵌套了 ὡς 从句。该 ὡς 从句内部的条件句(ἐάν τις ... ἀφέληται, μηδέν ἐστιν)保留了直接引语的形式与时态(虚拟式 + 现在直陈式)。
