- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:44.1-44.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大进军希尔卡尼亚并目击里海,对其地理性质加以推测。期间其爱马布刻法罗斯被当地蛮族夺走,但对方在其威吓下归还战马并献城归降后,亚历山大宽厚待之并予以酬谢。
αὐτὸς δὲ μετὰ τῆς ἀκμαιοτάτης δυνάμεως εἰς Ὑρκανίαν κατέβαινε· καὶ πελάγους ἰδὼν κόλπον οὐκ ἐλάττονα μὲν τοῦ Πόντου φανέντα, γλυκύτερον δὲ τῆς ἄλλης θαλάττης, σαφὲς μὲν οὐδὲν ἔσχε πυθέσθαι περὶ αὐτοῦ, μάλιστα δὲ εἴκασε τῆς Μαιώτιδος λίμνης ἀνακοπὴν1 εἶναι.
亚历山大亲自率领最精锐的部队进入希尔卡尼亚。他看到一片海湾,其规模看似不亚于本都海,水质却比其他海洋更为甘淡;他未能获得关于它的确切情报,但主要推测它是迈奥蒂斯湖的伸出水域。
καίτοι τούς γε φυσικοὺς ἄνδρας οὐκ ἔλαθε τἀληθές,2 ἀλλὰ πολλοῖς ἔτεσιν ἔμπροσθεν τῆς Ἀλεξάνδρου στρατείας ἱστορήκασιν ὅτι τεσσάρων κόλπων εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάσσης βορειότατος οὗτός ἐστι, τὸ Ὑρκάνιον πέλαγος καὶ Κάσπιον ὁμοῦ προσαγορευόμενον. ἐνταῦθα τῶν βαρβάρων τινὲς ἀπροσδοκήτως περιτυχόντες τοῖς ἄγουσι τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν λαμβάνουσιν.
然而,自然学者们并非不知真相,早在此次亚历山大远征的许多年前,他们就已记载道,在外洋深入内陆的四个海湾中,这一海湾最靠北方,同时被称作希尔卡尼亚海与里海。在此地,一些异族人不期而遇地撞上了牵引其爱马布刻法罗斯的人,并将马抢夺而去。
ὁ δὲ ἤνεγκεν οὐ μετρίως,3 ἀλλὰ κήρυκα πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν μετὰ τέκνων καὶ γυναικῶν, εἰ τὸν ἵππον αὐτῷ μὴ ἀναπέμψειαν.4 ἐπεὶ δὲ καὶ τὸν ἵππον ἄγοντες ἧκον καὶ τὰς πόλεις ἐγχειρίζοντες, ἐχρήσατο φιλανθρώπως πᾶσι καὶ τοῦ ἵππου λύτρα τοῖς λαβοῦσιν ἔδωκεν.
亚历山大对此震怒异常,派传令官前去威胁说,若不将马送还,定将他们全族连同妇孺尽皆处死。但当他们牵着马来归并献出城池时,亚历山大对所有人都仁慈相待,甚至向抢走马的人支付了赎金。
- 44.1ἀνακοπὴν
名词 ἀνακοπή 原义为“折回”或“激浪”,在此处用作地理术语,指迈奥蒂斯湖(亚速海)向内陆伸出的“海湾”或“分支水域”,反映了古人将里海与亚速海视为相通水体的地理推测。
- 44.2οὐκ ἔλαθε τἀληθές
动词 λανθάνω 支配宾格补足语(τοὺς φυσικοὺς ἄνδρας)和主语(τἀληθές),与否定词 οὐ 连用构成低调陈述(缓叙法),意为“真相并未逃过自然学者们的耳目”(即他们早已深知真相)。
- 44.3ἤνεγκεν οὐ μετρίως
动词 φέρω 与副词连用,表示“以某种情绪承受或对待某事”。此处与 οὐ μετρίως(“非同寻常地”)搭配,表示亚历山大“极度震怒”或“难以容忍”。
- 44.3εἰ τὸν ἵππον αὐτῷ μὴ ἀναπέμψειαν
间接引语中的希求法(optativus obliquus)。在历史时态的主动词 ἠπείλησε 之后,原先直接引语中的条件从句(如 ἐὰν μὴ ἀναπέμψητε)根据过去时态序列转变为希求法 ἀναπέμψειαν。
