- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:43.1-43.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
追兵在马车中找到了奄奄一息的大流士,他在向波利斯特拉托斯表达感激后咽气;赶到的亚历山大礼葬其遗体,厚待其亲族,并在日后严惩了贝苏斯。
ἡ μὲν οὖν προθυμία πάντων ἦν ὁμοία· μόνους δέ φασιν ἑξήκοντα συνεισπεσεῖν εἰς τὰ στρατόπεδα τῶν πολεμίων, ἔνθα δὴ πολὺν μὲν ἄργυρον καὶ χρυσὸν ἐρριμμένον ὑπερβαίνοντες, πολλὰς δὲ παίδων καὶ γυναικῶν ἁρμαμάξας ἡνιόχων ἐρήμους διαφερομένας παρερχόμενοι, τοὺς πρώτους ἐδίωκον, ὡς ἐν ἐκείνοις Δαρεῖον ὄντα. μόλις δὲ εὑρίσκεται πολλῶν ἀκοντισμάτων κατάπλεως τὸ σῶμα1 κείμενος ἐν ἁρμαμάξῃ, μικρὸν ἀπολείπων τοῦ τελευτᾶν.
众人的热忱固然是一致的,但据说一同冲入敌阵的仅有六十人。在那里,他们跨过散落满地的大量金银,绕过许多载着妇孺、因失去御夫而四处奔冲的马车,直追最前方的人马,以为大流士必在其中。然而,大流士最终被发现躺在一辆马车中,周身布满了许多投枪的创伤,已是奄奄一息。
ὅμως δὲ καὶ πιεῖν ᾔτησε, καὶ πιὼν ὕδωρ ψυχρόν εἶπε πρὸς τὸν δόντα Πολύστρατον· ὦ ἄνθρωπε, τοῦτό μοι πέρας γέγονε δυστυχίας ἁπάσης, εὖ παθεῖν ἀμείψασθαι μὴ δυνάμενον·2 ἀλλʼ Ἀλέξανδρος ἀποδώσει σοι τὴν χάριν, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας, ᾧ ταύτην δίδωμι τὴν δεξιὰν διὰ σοῦ. ταῦτα εἰπὼν καὶ λαβόμενος τῆς τοῦ Πολυστράτου χειρός ἐξέλιπεν.
即便如此,他还是乞求饮水;在喝了冷水之后,他对递给他水的波利斯特拉托斯说: “人啊,这已是我全部厄运的极点,受人恩惠却无法予以报答。但亚历山大会替我报答你的恩情,而诸神也会因为亚历山大对我母亲、妻子和儿女的仁厚而赐福于他;我借由你向他伸出这只右手。” 说完这些,他握住了波利斯特拉托斯的手,便断了气。
Ἀλέξανδρος δὲ ὡς ἐπῆλθεν, ἀλγῶν τε τῷ πάθει φανερὸς ἦν καὶ τὴν ἑαυτοῦ χλαμύδα λύσας ἐπέβαλε τῷ σώματι καὶ περιέστειλε, καὶ Βῆσσον μὲν ὕστερον εὑρὼν διεσφενδόνησεν, ὀρθίων δένδρων εἰς ταὐτὸ καμφθέντων ἑκατέρῳ μέρος προσαρτήσας τοῦ σώματος, εἶτα μεθεὶς ἑκάτερον, ὡς ὥρμητο ῥύμῃ φερόμενον, τὸ προσῆκον αὐτῷ μέρος νείμασθαι.3 τότε δὲ τοῦ Δαρείου τὸ μὲν σῶμα κεκοσμημένον βασιλικῶς πρὸς τὴν μητέρα ἀπέστειλε, τὸν δὲ ἀδελφὸν Ἐξάθρην εἰς τοὺς ἑταίρους ἀνέλαβεν.
亚历山大赶到时,显出对这场惨剧的极度悲痛;他解下自己的披风覆在遗体上,将其裹好。后来抓获贝苏斯时,他将两棵笔直的大树弯曲靠拢,把贝苏斯躯体的各一部分分别系在两树上,然后松开树身,任其带着冲击之势猛力弹开,各自撕扯下分属的部分,将其肢解致死。而当时,他将以王家礼仪装殓后的大流士遗体送还给其母亲,并把大流士的兄弟埃克萨特雷斯收纳到御前侍从之中。
- 43.1κατάπλεως τὸ σῶμα
τὸ σῶμα 是关系对格(限制对格),限定了形容词 κατάπλεως(布满、充满)的适用范围,意为“在身体上”。
- 43.2εὖ παθεῖν ἀμείψασθαι μὴ δυνάμενον
尽管逻辑上的主语与前文的与格代词 μοι 相应,但分词 δυνάμενον 却作宾格形式。这是由于不定式 εὖ παθεῖν 的逻辑主语作宾格,分词与之保持一致。
- 43.3ὡς ὥρμητο ῥύμῃ φερόμενον, τὸ προσῆκον αὐτῷ μέρος νείμασθαι
不定式 νείμασθαι(分配、夺取)在此表示 μεθείς(释放)的意图或结果。结构上说明了当直立的树身依势反弹(ῥύμῃ φερόμενον)时,各自撕扯下系于其上的那部分肢体。
