← 普鲁塔克

亚历山大大帝传

§45.1-45.4

改穿异族服饰与马其顿人的宽容

亚历山大在帕提亚初次穿上调和波斯与米底亚样式的异族服饰并公开示人。马其顿人虽感不悦,但敬佩他不顾屡次负伤与痢疾折磨依然奋勇作战的卓越勇气,因而对此予以宽容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.1

ἐντεῦθεν εἰς τήν Παρθικὴν ἀναζεύξας καὶ σχολάζων πρῶτον ἐνεδύσατο τήν βαρβαρικὴν στολὴν, εἴτε βουλόμενος αὑτὸν συνοικειοῦν τοῖς ἐπιχωρίοις νόμοις, ὡς μέγα πρὸς ἐξημέρωσιν ἀνθρώπων τὸ σύνηθες καὶ ὁμόφυλον, εἴτʼ ἀπόπειρά τις ὑφεῖτο τῆς προσκυνήσεως αὕτη τοῖς Μακεδόσι,1 κατὰ μικρὸν ἀνασχέσθαι τήν ἐκδιαίτησιν αὐτοῦ καὶ μεταβολὴν ἐθιζομένοις, οὐ μὴν τήν γε Μηδικὴν ἐκείνην προσήκατο παντάπασι βαρβαρικὴν καὶ ἀλλόκοτον οὖσαν, οὐδὲ ἀναξυρίδας οὐδὲ κάνδυν οὐδὲ τιάραν ἔλαβεν, ἀλλὰ ἐν μέσῳ τινὰ τῆς Περσικῆς καὶ τῆς Μηδικῆς μιξάμενος εὖ πως, ἀτυφοτέραν μὲν ἐκείνης, ταύτης δὲ σοβαρωτέραν οὖσαν.2 ἐχρῆτο δὲ τὸ μὲν πρῶτον ἐντυγχάνων τοῖς βαρβάροις καὶ τοῖς ἑταίροις κατʼ οἶκον, εἶτα τοῖς πολλοῖς οὕτως ἐξελαύνων καὶ χρηματίζων ἑωρᾶτο.

从那里他进军帕提亚,在得闲时初次穿上了异族的服饰。这或许是因为他想使自己顺应当地的习俗,深知熟悉与同族般的风俗对感化人心具有极大的力量;又或许这是一种向马其顿人潜移默化推行叩拜礼(敬拜礼)的试探,借此使他们逐步习惯于容忍他生活方式的异化与转变。然而,他并没有采用那种米底亚服饰,因其全然是异邦风俗且过于奇特;他既未穿长裤,也未着大氅,亦未戴尖帽,而是把波斯式与米底亚式巧妙地调和为折中之物,既比后者(米底亚式)少些浮夸,又比前者(波斯式)更为威严庄重。起初,他只在接见异族人及私邸中与同袍相聚时穿着,后来则在出巡以及在众人面前处理政务时也常以此装束示人。

§45.3

καὶ λυπηρὸν μὲν ἦν τοῖς Μακεδόσι τὸ θέαμα, τήν δὲ ἄλλην αὐτοῦ θαυμάζοντες ἀρετὴν ᾤοντο δεῖν ἔνια τῶν πρὸς ἡδονὴν αὐτῷ καὶ δόξαν ἐπιχωρεῖν ὅς γε πρὸς ἅπασι τοῖς ἄλλοις ἔναγχος τόξευμα μὲν εἰς τήν κνήμην λαβών, ὑφʼ οὗ τὸ τῆς κερκίδος ὁστέον ἀποθραυσθὲν ἐξέπεσε, λίθῳ δὲ πληγεὶς πάλιν εἰς τὸν τράχηλον ὥστε καὶ ταῖς ὄψεσιν ἀχλὺν ὑποδραμεῖν παραμείνασαν οὐκ ὀλίγον χρόνον, ὅμως οὐκ ἐπαύετο3 χρώμενος ἑαυτῷ πρὸς τοὺς κινδύνους ἀφειδῶς, ἀλλὰ καὶ τὸν Ὀρεξάρτην διαβὰς ποταμόν, ὃν αὐτὸς ᾤετο Τάναϊν εἶναι, καὶ τοὺς Σκύθας τρεψάμενος ἐδίωξεν ἐπὶ σταδίους ἑκατόν, ἐνοχλούμενος ὑπὸ διαρροίας.

对于马其顿人而言,这一景象虽令人难受,但出于对他其他勇德的钦佩,他们认为理应在他追求享乐与荣耀的事上给予某些宽容。因为除了一切其他的磨难之外,他不久前小腿中箭,以致小腿骨碎裂脱出,接着脖颈又被飞石击中,致使双目蒙上一层阴翳且持续了相当长一段时间;尽管如此,他依然毫不顾惜自身而投身于种种危险之中,甚至渡过了他自以为是塔奈斯河的奥勒克萨耳忒斯河,并且在饱受腹泻折磨的情况下,仍击溃斯基泰人并追击了一百斯塔德。

语法注3 条
  1. 45.1εἴτʼ ἀπόπειρά τις ὑφεῖτο τῆς προσκυνήσεως αὕτη τοῖς Μακεδόσι

    动词 ὑφεῖτο 是 ὑφίημι 的中动/被动语态过去完成时第三人称单数,表示“暗中发起”或“隐蔽地布置”。指示代词 αὕτη 指代穿戴异族服饰之举,与表语 ἀπόπειρα(试探)同指,意为“或者这是暗中针对马其顿人行叩拜礼(προσκύνησις)的一种试探”。

  2. 45.2ἀτυφοτέραν μὲν ἐκείνης, ταύτης δὲ σοβαρωτέραν οὖσαν

    指示代名词的指向并非依紧邻词序,而是呼应句首:远指 ἐκείνης 指上文着重提及的“米底亚式”(因其浮华奇特),近指 ταύτης 指“波斯式”。亚历山大所调和的装束“比后者(米底亚服饰)少些虚骄华美,比前者(波斯服饰)更为威严肃穆”。

  3. 45.3ὅς γε πρὸς ἅπασι τοῖς ἄλλοις ... ὅμως οὐκ ἐπαύετο

    关系代词 ὅς(指亚历山大)引导说明原因的关系从句,但由于其中插入了 λαβών 和 πληγείς 等长篇分词短语及 ὥστε 结果从句,随后使用 ὅμως οὐκ ἐπαύετο(“然而他并未停止……”)以限定动词重新承接主干,形成了长句中典型的破格承接结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:45.1-45.4