← 普鲁塔克

亚历山大大帝传

§42.1-42.6

追击大流士的苦行军与推水励军

本段记叙了亚历山大为臣属琐事致信及早年审案持正的轶事,随后叙述在追击大流士的艰难进军中,他在极度口渴时拒绝独饮奉上的清泉,以此同甘共苦激励全军奋勇前行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

θαυμάσαι δὲ αὑτὸν ἔστιν1 ὅτι καὶ μέχρι τοιούτων ἐπιστολῶν τοῖς φίλοις ἐσχόλαζεν, οἷα γράφει παῖδα Σελεύκου εἰς Κιλικίαν ἀποδεδρακότα κελεύων ἀναζητῆσαι, καὶ Πευκέσταν ἐπαινῶν ὅτι Νίκωνα, Κρατεροῦ δοῦλον, συνέλαβε, καὶ Μεγαβύζῳ περὶ τοῦ θεράποντος τοῦ ἐν τῷ ἱερῷ καθεζομένου, κελεύων αὐτὸν, ἂν δύνηται, συλλαβεῖν ἔξω τοῦ ἱεροῦ προκαλεσάμενος, ἐν δὲ τῷ ἱερῷ μὴ προσάπτεσθαι.

人们也会赞叹,他竟然能为朋友们抽出闲暇来写这等琐细的书信;例如,他写信命令搜寻逃往基利家的塞琉古的仆人;赞扬佩乌克斯塔斯抓获了克拉特罗斯的奴隶尼孔;并就那坐在神庙中避难的侍从致信梅加比佐斯,吩咐他在可能的情况下诱其离开神庙后再行抓捕,但在神庙内决不可动手。

§42.2

λέγεται δὲ καὶ τὰς δίκας διακρίνων ἐν ἀρχῇ τὰς θανατικὰς τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου λέγοντος,2 ὅπως τῷ κινδυνεύοντι καθαρὸν φυλάττηται καὶ ἀδιάβλητον. ἀλλʼ ὕστερόν γε αὑτὸν ἐξετράχυναν αἱ πολλαὶ διαβολαί, διὰ τῶν ἀληθῶν πάροδον ἐπὶ τὰ ψευδῆ λαβοῦσαι. καὶ μάλιστα κακῶς ἀκούων ἐξίστατο τοῦ φρονεῖν καὶ χαλεπὸς ἦν καὶ ἀπαραίτητος, ἅτε δὴ τὴν δόξαν ἀντὶ τοῦ ζῆν καὶ τῆς βασιλείας ἠγαπηκώς.

据说,起初在审理死刑案件时,原告陈词之际他会用手掩住一只耳朵,好让那只耳朵为涉险受审的人保持纯洁与不偏不倚。然而后来,众多的谗言借由真实之辞为虚假铺路,使他变得乖张暴戾。尤其是当听到对自己的恶语时,他便理智尽失,变得残酷而不可动摇,因为他将声名看得重于自己的生命与王位。

§42.3

τότε δὲ ἐξήλαυνεν ἐπὶ Δαρεῖον ὡς πάλιν μαχούμενος ἀκούσας δὲ τὴν ὑπὸ Βήσσου γενομένην αὐτοῦ σύλληψιν ἀπέλυσε τοὺς Θεσσαλοὺς οἴκαδε, δισχίλια τάλαντα δωρεὰν ἐπιμετρήσας ταῖς μισθοφοραῖς. πρὸς δὲ τὴν δίωξιν ἀργαλέαν καὶ μακρὰν γινομένην3 ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρισχιλίους καὶ τριακοσίους σταδίους ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι, καὶ μάλιστα κατὰ τὴν ἀνυδρίαν.

当时,他正率军向大流士进发,准备再度决战;但当听说大流士被贝苏斯逮捕的消息后,他便遣散色萨利人回国,在薪俸之外另赐两千塔兰同作为赏金。然而,面对变得极其艰苦而漫长的追击——因为他在十一天内骑行了三千三百斯塔德——大多数人已经力竭不支,尤其是在缺水之地更是如此。

§42.4

ἔνθα δὴ Μακεδόνες ἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφʼ ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ· καὶ θεασάμενοι τὸν Ἀλέξανδρον ἤδη μεσημβρίας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα ταχὺ πλησάμενοι κράνος προσήνεγκαν. πυθομένου δὲ αὐτοῦ τίσι κομίζοιεν, υἱοῖς, ἔφασαν, ἰδίοις· ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν.4

就在那时,几名马其顿人用骡子背驮皮囊从河中运水而来,恰巧遇见了他;当时正值正午,他们见亚历山大因口渴而痛苦难耐,便急忙将水注满一顶头盔端上前来。当他询问是为谁运送时,“是为我们自己的儿子,”他们说,“但只要您活着,即便失去了他们,我们也能再生别的儿子。”

§42.5

ταῦτα ἀκούσας ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος· περιβλέψας δὲ καὶ θεασάμενος τοὺς περὶ αὑτὸν ἱππεῖς ἅπαντας ἐγκεκλικότας ταῖς κεφαλαῖς καὶ πρὸς τὸ ποτὸν βλέποντας ἀπέδωκεν οὐ πιών, ἀλλʼ ἐπαινέσας τοὺς ἀνθρώπους, ἄν γὰρ αὐτὸς, ἔφη, πίω μόνος, ἀθυμήσουσιν οὗτοι.

听闻此言,他将头盔接在手中;然而他环顾四周,见身边的骑兵们全都耷拉着脑袋凝望着那水,便一口未饮退还了头盔,赞许了那些人并说: “因为若是我一人独饮,这些人便会心灰意冷。”

§42.6

θεασάμενοι δὲ τὴν ἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱππεῖς ἄγειν ἀνέκραγον θαρροῦντα καὶ τοὺς ἵππους ἐμάστιζον· οὔτε γὰρ κάμνειν οὔτε διψᾶν οὔθʼ ὅλως θνητοὺς εἶναι νομίζειν αὑτούς, ἕως ἂν ἔχωσι βασιλέα τοιοῦτον.

骑兵们见了他这般克制与豁达的气魄,便齐声呐喊要他大胆领兵前行,并策马扬鞭;因为他们认为,只要拥有这样一位国王,他们既不知疲惫,亦不觉干渴,甚至根本不认为自己只是凡胎之躯。

语法注4 条
  1. 42.1θαυμάσαι δὲ αὑτὸν ἔστιν

    非人称动词 ἔστι(可以、可能)统辖不定式 θαυμάσαι,而代词 αὑτόν(或 αὐτόν)充当该不定式的直接宾语,构成“可以赞叹于他”之意。

  2. 42.2τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου λέγοντος

    τῶν ὤτων τῷ ἑτέρῳ 中,部分属格 τῶν ὤτων 修饰与格 τῷ ἑτέρῳ,受动词 προστιθέναι 支配,意为“将手放到双耳中的一只之上”。τοῦ κατηγόρου λέγοντος 为表示时间的属格独立结构(“当原告陈词时”)。

  3. 42.3πρὸς δὲ τὴν δίωξιν ἀργαλέαν καὶ μακρὰν γινομένην

    介词短语 πρὸς δὲ τὴν δίωξιν ... γινομένην 修饰主动词 ἀπηγόρευσαν(力竭、放弃)。由于插入了解释性分句 ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο... 而造成句法隔离(hyperbaton),其主干结构为 πρὸς τὴν δίωξιν ... ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι(面对追击……大多数人都力竭不支)。

  4. 42.4σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν

    σοῦ ζῶντος 是表示条件的属格独立结构(“只要您活着”)。κἂν ἐκείνους ἀπολέσωμεν 为 καὶ ἐὰν... 的合字,构成让步从句(“即使我们失去了他们”),共同修饰主句 ἑτέρους ποιησόμεθα(“我们将再生别的儿子”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:42.1-42.6