- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:41.1-41.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大宽厚容忍了贪图享乐的近臣对他的不满与中伤,并以多件琐事展现了他对友人健康及私事的体贴与关照。
Ἀλέξανδρος μὲν οὖν ἑαυτὸν ἀσκῶν ἅμα καὶ τοὺς ἄλλους παροξύνων πρὸς ἀρετὴν ἐκινδύνευεν· οἱ δὲ φίλοι διὰ πλοῦτον καὶ ὄγκον ἤδη τρυφᾶν βουλόμενοι καὶ σχολάζειν ἐβαρύνοντο τὰς πλάνας καὶ τὰς στρατείας, καὶ κατὰ μικρὸν οὕτω προῆλθον εἰς τὸ βλασφημεῖν καὶ κακῶς λέγειν αὐτόν, ὁ δὲ καὶ πάνυ πρᾴως ἐν ἀρχῇ πρὸς ταῦτα διέκειτο, φάσκων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὖ ποιοῦντα.1
亚历山大为了锻炼自己,同时也为了激励他人追求德性,便身蹈险境;然而他的友人们由于财富与傲慢,早已渴望沉湎于奢侈与安逸,厌弃了奔波与征战,并逐渐发展到对他加以诽谤和恶语中伤。但他起初对此态度极为宽厚,声称在行善时承受恶名,才是王者本色。
καίτοι τὰ μικρότατα τῶν γενομένων τοῖς συνήθεσι παρʼ αὐτοῦ σημεῖα μεγάλης ὑπῆρχεν εὐνοίας καὶ τιμῆς· ὧν ὀλίγα παραθήσομαι. Πευκέστᾳ μὲν ἔγραψε μεμφόμενος ὅτι δηχθεὶς ὑπʼ ἄρκτου τοῖς μὲν ἄλλοις ἔγραψεν, αὐτῷ δὲ οὐκ ἐδήλωσεν. ἀλλὰ νῦν γε, φησί, γράψον πῶς ἔχεις, καὶ μή τινές σε τῶν συγκυνηγετούντων ἐγκατέλιπον,2 ἵνα δίκην δῶσι.
然而,他对亲近之人所做的哪怕最微小的举动,也都是莫大情谊与礼遇的明证;在此我仅举数例。他曾致信佩乌克斯塔斯,责备他被熊咬伤后写信告知了别人,却未曾向自己透露。 “不过至少现在,”他说,“写信告诉我你的近况,以及是否有同猎之人将你弃之不顾,好让他们受到惩罚。”
τοῖς δὲ περὶ Ἡφαιστίωνα διὰ πράξεις τινὰς ἀποῦσιν ἔγραψεν ὅτι παιζόντων αὐτῶν πρὸς ἰχνεύμονα τῷ Περδίκκου δορατίῳ περιπεσὼν Κρατερὸς τοὺς μηροὺς ἐτρώθη. Πευκέστα δὲ σωθέντος ἔκ τινος ἀσθενείας ἔγραψε πρὸς Ἀλέξιππον τὸν ἰατρὸν εὐχαριστῶν. Κρατεροῦ δὲ νοσοῦντος ὄψιν ἰδὼν καθʼ ὕπνον αὐτός τέ τινας θυσίας ἔθυσεν ὑπὲρ αὐτοῦ κἀκεῖνον θῦσαι ἐκέλευσεν.
他又写信给因公外出、跟随赫淮斯提翁的人,说他们在与一只獴玩耍时,克拉特罗斯撞上了佩尔狄卡斯的小投枪,大腿受了伤。当佩乌克斯塔斯从一场疾病中痊愈时,他致信医生亚历克西波斯表示感谢。克拉特罗斯患病时,他在睡梦中得见异象,不仅亲自为他献上祭品祈福,还命他也献祭。
ἔγραψε δὲ καὶ Παυσανίᾳ τῷ ἰατρῷ βουλομένῳ τὸν Κρατερὸν ἐλλεβορίσαι, τὰ μὲν ἀγωνιῶν, τὰ δὲ παραινῶν ὅπως χρήσεται τῇ φαρμακείᾳ, τοὺς δὲ πρώτους τὴν Ἁρπάλου φυγὴν καὶ ἀπόδρασιν ἀπαγγείλαντας ἔδησεν, Ἐφιάλτην καὶ Κίσσον, ὡς καταψευδομένους τοῦ ἀνδρός.
他还致信打算给克拉特罗斯服用嚏根草的医生保萨尼亚斯,一方面表达忧虑,另一方面告诫他该如何用药。另一方面,对于最先报告哈尔帕洛斯叛逃流亡的埃菲阿尔特斯和基索斯,他却以诬陷该人为由将他们监禁起来。
ἐπεὶ δὲ τοὺς ἀσθενοῦντας αὐτοῦ καὶ γέροντας εἰς οἶκον ἀποστέλλοντος3 Εὐρύλοχος Αἰγαῖος ἐνέγραψεν ἑαυτὸν εἰς τοὺς νοσοῦντας, εἶτα φωραθεὶς ἔχων οὐδὲν κακόν ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνεπακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσης ἐκείνης, ἠρώτησε τίνων ἀνθρώπων ἐστὶ τὸ γύναιον. ἀκούσας δὲ ὅτι τῶν ἐλευθέρων ἑταιρῶν, ἡμᾶς μὲν, εἶπεν, ὦ Εὐρύλοχε, συνερῶντας ἔχεις ὅρα δὲ ὅπως πείθωμεν ἢ λόγοις ἢ δώροις τὴν Τελεσίππαν, ἐπειδήπερ ἐξ ἐλευθέρας ἐστί.
当他正准备将病弱者与年老者遣送回国时,埃盖的欧律洛科斯将自己列入病者名册,随后被查出毫无病痛,并坦白自己爱上了特勒西帕,因为她要前往海边,所以自己才跟随同去;亚历山大便询问那小妇人是何许人。在听闻她是一位出身自由民的交际花之后,“我们,”他说,“自会作为同道中人支持你的爱情,欧律洛科斯;不过你当思忖我们如何用言语或礼物来说服特勒西帕,因为她毕竟出身于自由之身。”
- 41.1τὸ κακῶς ἀκούειν εὖ ποιοῦντα
κακῶς ἀκούειν 是惯用短语,意为“被恶语相向、承担恶名”,起被动语态的作用。分词 εὖ ποιοῦντα 为阳性单数宾格,与不定式隐含的主语(在“宾格加不定式”结构中代表王者或行事者)保持性数格一致。
- 41.2καὶ μή τινές σε τῶν συγκυνηγετούντων ἐγκατέλιπον
连词 μή 在此处引导从属于动词 γράψον 的间接疑问句。由于搭配不定过去时直陈式(ἐγκατέλιπον)而非虚拟式,表达了对过去既成事实的询问并带有忧虑色彩(即“是否有人将你遗弃”)。
- 41.5ἐπεὶ δὲ τοὺς ἀσθενοῦντας αὐτοῦ καὶ γέροντας εἰς οἶκον ἀποστέλλοντος
紧接在连词 ἐπεί 之后出现的独立属格结构(αὐτοῦ ... ἀποστέλλοντος)。属格代词 αὐτοῦ 指代亚历山大本人(与 ἐπεί 从句主语 Εὐρύλοχος 不同),作为分词 ἀποστέλλοντος 的逻辑主语,交代了“当他正遣送病老人员回国时”的时间背景。
