- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:4.1-4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了亚历山大的外貌形相、肤色体香及其体质成因,并指出了他自幼在肉体享乐上的自制、只愿与君王较量的高傲志向,以及对寻常竞技运动的冷淡态度。
τὴν μὲν οὖν ἰδέαν τοῦ σώματος οἱ Λυσίππειοι μάλιστα τῶν ἀνδριάντων ἐμφαίνουσιν, ὑφʼ οὗ μόνου καὶ αὐτὸς ἠξίου πλάττεσθαι. καὶ γὰρ μάλισθʼ ἃ πολλοὶ τῶν διαδόχων ὕστερον καὶ τῶν φίλων ἀπεμιμοῦντο, τήν τε ἀνάτασιν τοῦ αὐχένος εἰς εὐώνυμον ἡσυχῇ κεκλιμένου καὶ τὴν ὑγρότητα τῶν ὀμμάτων, διατετήρηκεν ἀκριβῶς ὁ τεχνίτης.
因此,最能表现他身貌形相的是吕西普斯的雕像,亚历山大本人也认为只有此人才配为他塑像。因为后来许多继承者和密友竭力模仿的特征——即颈项挺拔而微向左倾,以及双眸的温润神采——这位工匠都精准地保留了下来。
Ἀπελλῆς δὲ γράφων τὸν κεραυνοφόρον οὐκ ἐμιμήσατο τὴν χρόαν, ἀλλὰ φαιότερον καὶ πεπινωμένον ἐποίησεν. ἦν δὲ λευκός, ὥς φασιν ἡ δὲ λευκότης ἐπεφοίνισσεν αὐτοῦ περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, ὅτι δὲ τοῦ χρωτὸς ἥδιστον ἀπέπνει καὶ τὸ στόμα κατεῖχεν εὐωδία καὶ τὴν σάρκα πᾶσαν, ὥστε πληροῦσθαι τοὺς χιτωνίσκους, ἀνέγνωμεν ἐν ὑπομνήμασιν Ἀριστοξενείοις.
另一方面,阿佩勒斯在画他手持雷霆的肖像时,未曾摹写出其真实的肤色,反而画得偏暗而黝黑。但他实际上肤色白皙,正如人们所说,这白皙尤其在其胸膛与面庞周围更泛着微红。此外,我们在阿里斯托克塞诺斯的回忆录中读到,他的皮肤散发出极芬芳的气息,口中与全身的肌肤都充溢着芳香,乃至衣衫也浸润了这种香气。
αἰτία δὲ ἴσως ἡ τοῦ σώματος κρᾶσις πολύθερμος οὖσα καὶ πυρώδης· ἡ γὰρ εὐωδία γίνεται πέψει τῶν ὑγρῶν ὑπὸ θερμότητος, ὡς οἴεται Θεόφραστος, ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποι τῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἀρωμάτων φέρουσιν ἐξαιρεῖ γὰρ ὁ ἥλιος τὸ ὑγρόν ὥσπερ ὕλην σηπεδόνος ἐπιπολάζον τοῖς σώμασιν.
其原因或许在于其体质极温热且富于火性;因为芳香乃是由水分经由热力熟化而产生的,正如泰奥弗拉斯托斯所认为的那样,是以世间干燥炽热之地出产最多、最好的香料;因为太阳去除了那如腐烂之质料般浮于体表的水分。
Ἀλέξανδρον δὲ ἡ θερμότης τοῦ σώματος, ὡς ἔοικε, καὶ ποτικὸν καὶ θυμοειδῆ παρεῖχεν. ἔτι δὲ ὄντος αὐτοῦ παιδὸς ἥ τε σωφροσύνη διεφαίνετο τῷ πρὸς τἆλλα ῥαγδαῖον ὄντα καὶ φερόμενον σφοδρῶς ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὸ σῶμα δυσκίνητον εἶναι1 καὶ μετά πολλῆς πρᾳότητος ἅπτεσθαι τῶν τοιούτων, ἥ τε φιλοτιμία παρʼ ἡλικίαν ἐμβριθὲς εἶχε τὸ φρόνημα καὶ μεγαλόψυχον. οὔτε γὰρ ἀπὸ παντὸς οὔτε πᾶσαν ἠγάπα δόξαν, ὡς Φίλιππος λόγου τε δεινότητι σοφιστικῶς καλλωπιζόμενος καὶ τὰς ἐν Ὀλυμπίᾳ νίκας τῶν ἁρμάτων ἐγχαράττων τοῖς νομίσμασιν, ἀλλὰ καὶ τῶν περὶ αὐτὸν ἀποπειρωμένων εἰ βούλοιτʼ ἂν Ὀλυμπίασιν ἀγωνίσασθαι στάδιον, ἦν γὰρ ποδώκης, εἴ γε, ἔφη, βασιλεῖς ἔμελλον ἕξειν ἀνταγωνιστάς.2
而体内的热性,似乎也使亚历山大既嗜饮又气盛。然而,当他尚在童年之时,他的克制便已显露无遗:虽然他在其余事上猛烈勇决且进逼极锐,但对于肉体享乐却极难为之所动,在涉足此类事物时极为谦和自制;而他的好胜之心也使得他的胸襟具有超越其年龄的沉稳与崇高。因为他不像腓力那样,以智者式的作态夸示其雄辩之能,并将奥林匹亚的战车胜利铸于钱币之上,他既不贪恋来自任何途径的虚名,也不贪图所有种类的名声;相反,当周围的人试探他是否愿意在奥林匹亚参加短跑竞技时——因为他脚步十分迅捷—— “倘若,”他说,“我的对手将是诸王,那就可以。”
φαίνεται δὲ καὶ καθόλου πρὸς τὸ τῶν ἀθλητῶν γένος ἀλλοτρίως ἔχων πλείστους γέ τοι θεὶς ἀγῶνας οὐ μόνον τραγῳδῶν καὶ αὐλητῶν καὶ κιθαρῳδῶν, ἀλλὰ καὶ ῥαψῳδῶν, θήρας τε παντοδαπῆς καὶ ῥαβδομαχίας, οὔτε πυγμῆς οὔτε παγκρατίου μετά τινος σπουδῆς ἔθηκεν ἆθλον.
他似乎通体对运动员这一群体并无好感;至少,虽然他举办过极多的赛会,不仅包括悲剧演员、长笛手和齐特拉琴乐师,也包括朗诵家、各种狩猎和杖击术,却从未以任何热情为拳击或潘克拉辛格斗设立过奖项。
- 4.4τῷ πρὸς τἆλλα ῥαγδαῖον ὄντα καὶ φερόμενον σφοδρῶς ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὸ σῶμα δυσκίνητον εἶναι
带冠词的不定式与格(τῷ ... εἶναι)充当原因或方式状语(“因……而表露出来”)。由于主句主语为抽象名词(ἥ τε σωφροσύνη),不定式的隐含逻辑主语([αὐτόν])及其一致的分词与表语形容词均采用宾格形式(ῥαγδαῖον ὄντα ... δυσκίνητον)。句中 πρὸς τἆλλα(“在其余事上”)与 ἐν ταῖς ἡδοναῖς(“在肉体享乐中”)形成鲜明对照,构成其自制(σωφροσύνη)的明证。
- 4.5εἰ βούλοιτʼ ἂν Ὀλυμπίασιν ἀγωνίσασθαι στάδιον, ἦν γὰρ ποδώκης, εἴ γε, ἔφη, βασιλεῖς ἔμελλον ἕξειν ἀνταγωνιστάς.
由 εἰ 引导的间接疑问句带有 ἄν 与希求法(βούλοιτʼ ἄν),表达委婉的试探(“是否愿意……”)。亚历山大的答语则是以 εἴ γε(“倘若至少……”)开头的省略条件句,省略了归结主句(如[ἀγωνιζοίμην ἄν]等)。条件从句中的 ἔμελλον 搭配不定式表示未实现的前提或设想(“假若我有诸王作为对手的话”)。
