- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:5.1-5.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
少年亚历山大在接见波斯使节及面对父亲腓力的战报时,展现了非凡的志向与对荣耀的渴求,并在严毅的列奥尼达斯与吕西马库斯等人的管教下成长。
τοὺς δὲ παρὰ τοῦ Περσῶν βασιλέως πρέσβεις ἥκοντας ἀποδημοῦντος Φιλίππου ξενίζων καὶ γενόμενος συνήθης οὕτως ἐχειρώσατο τῇ φιλοφροσύνῃ καὶ τῷ μηδὲν ἐρώτημα παιδικὸν ἐρωτῆσαι μηδὲ μικρόν, ἀλλʼ ὁδῶν τε μήκη καὶ πορείας τῆς ἄνω τρόπον ἐκπυνθάνεσθαι, καὶ περὶ αὐτοῦ τοῦ βασιλέως, ὁποῖος εἴη πρὸς τοὺς πολέμους, καὶ τίς ἡ Περσῶν ἀλκὴ καὶ δύναμις, ὥστε θαυμάζειν ἐκείνους καὶ τὴν λεγομένην Φιλίππου δεινότητα μηδὲν ἡγεῖσθαι πρὸς τὴν τοῦ παιδὸς ὁρμὴν καὶ μεγαλοπραγμοσύνην.
此外,当波斯王派来的使臣在腓力外出期间抵达时,他款待他们并与他们熟稔交往,以其诚挚亲切的待客之道,以及绝不提出幼稚或微不足道的问题,反而详细探询通往内陆的道路里程和行军状况,探询波斯王本人的作战才能,以及波斯人的勇武与军队实力,从而完全折服了使节们,以至于他们惊叹不已,认为传闻中腓力的能干比起这少年的魄力与宏伟抱负来根本微不足道。
ὁσάκις γοῦν ἀπαγγελθείη Φίλιππος ἢ πόλιν ἔνδοξον ᾑρηκὼς ἢ μάχην τινὰ περιβόητον νενικηκώς,1 οὐ πάνυ φαιδρὸς ἦν ἀκούων, ἀλλὰ πρὸς τοὺς ἡλικιώτας ἔλεγεν· ὦ παῖδες, πάντα προλήψεται ὁ πατήρ ἐμοὶ δὲ οὐδὲν ἀπολείψει μεθʼ ὑμῶν ἔργον ἀποδείξασθαι μέγα καὶ λαμπρόν.
因此,每当有人报称腓力攻下了一座名城或赢得了一场举世闻名的胜仗时,他听闻后毫无喜色,反而对同龄的伙伴们说:“朋友们,父亲将把一切都预先夺走,再也不会留给我与你们一同展现伟大而辉煌功绩的机会了。”
οὐ γὰρ ἡδονὴν ζηλῶν οὐδὲ πλοῦτον, ἀλλʼ ἀρετὴν καὶ δόξαν, ἐνόμιζεν, ὅσῳ πλείονα λήψεται παρὰ τοῦ πατρός, ἐλάττονα κατορθώσειν διʼ ἑαυτοῦ, διὸ τοῖς πράγμασιν αὐξομένοις καταναλίσκεσθαι τὰς πράξεις εἰς ἐκεῖνον ἡγούμενος,2 ἐβούλετο μὴ χρήματα μηδὲ τρυφὰς καὶ ἀπολαύσεις, ἀλλʼ ἀγῶνας καὶ πολέμους καὶ φιλοτιμίας ἔχουσαν ἀρχὴν παραλαβεῖν.
因为他不追求享乐,也不贪恋财富,唯独渴求卓越与荣耀,他认定从父亲那里继承得越多,靠自己成就的便越少;因此,他认为随着国势日隆,建功立业的机会全被耗费在父亲一人身上,他渴望接管的,绝非充满财富、奢华与享乐的领土,而是包含奋战、战争与求取荣耀的统治。
πολλοὶ μὲν οὖν περὶ τὴν ἐπιμέλειαν, ὡς εἰκός, ἦσαν αὐτοῦ τροφεῖς καὶ παιδαγωγοὶ καὶ διδάσκαλοι λεγόμενοι, πᾶσι δʼ ἐφειστήκει Λεωνίδας, ἀνὴρ τό τε ἦθος αὐστηρὸς καὶ συγγενὴς Ὀλυμπιάδος, αὐτὸς μὲν οὐ φεύγων τὸ τῆς παιδαγωγίας ὄνομα καλὸν ἔργον ἐχούσης καὶ λαμπρόν, ὑπὸ δὲ τῶν ἄλλων διὰ τὸ ἀξίωμα καὶ τὴν οἰκειότητα τροφεὺς Ἀλεξάνδρου καὶ καθηγητὴς καλούμενος.
当然,在他身边负责照拂起居的,有许多被称为抚育者、伴学管教与塾师的人,但总揽其事的乃是列奥尼达斯,此人性格严毅,且是奥林匹娅斯的亲属。他本人并不避讳伴学管教这一称号,因为这项工作崇高而光荣;但旁人因其地位尊崇与亲戚关系,都称他为亚历山大的养育者与导师。
ὁ δὲ τὸ σχῆμα τοῦ παιδαγωγοῦ καὶ τὴν προσηγορίαν ὑποποιούμενος ἦν Λυσίμαχος, τῷ γένει Ἀκαρνάν, ἄλλο μὲν οὐδὲν ἔχων ἀστεῖον, ὅτι δʼ ἑαυτὸν μὲν ὠνόμαζε Φοίνικα, τὸν δὲ Ἀλέξανδρον Ἀχιλλέα, Πηλέα δὲ τὸν Φίλιππον, ἠγαπᾶτο καὶ δευτέραν εἶχε χώραν.
另一方面,实际取用伴学管教的身姿与头衔的则是阿卡纳尼亚人吕西马库斯;他并无其他文雅或过人之处,唯独因自称为福尼克斯,称亚历山大为阿喀琉斯,称腓力为珀琉斯,因而受到宠爱并位居次席。
- 5.2ἀπαγγελθείη Φίλιππος ἢ πόλιν ἔνδοξον ᾑρηκὼς ἢ μάχην τινὰ περιβόητον νενικηκώς
被动语态动词 ἀπαγγελθείη(表示过去反复条件的祈愿语气)与主格主语 Φίλιππος 及完成时分词 ᾑρηκώς, νενικηκώς 构成的人称句构(personal construction)。意义上相当于无人称句构,意为“每当有人报称腓力攻占了……”。
- 5.3διὸ τοῖς πράγμασιν αὐξομένοις καταναλίσκεσθαι τὰς πράξεις εἰς ἐκεῖνον ἡγούμενος
由 ἡγούμενος 引导的宾格不定式句构,主语是 τὰς πράξεις(功业、建功立业的机会),谓语是不定式被动语态 καταναλίσκεσθαι(被耗尽)。与格短语 τοῖς πράγμασιν αὐξομένοις 表示伴随状况或原因(“随着国势日增”),εἰς ἐκεῖνον 则表示花费的方向(“全耗费在他[腓力]身上”)。
