← 普鲁塔克

亚历山大大帝传

§3.1-3.5

神殿焚毁之日的诞生与腓力所得三捷

本段记述了腓力求得神谕及失明之由、母亲奥林匹亚丝的传言,以及亚历山大出生之日适逢以弗所阿耳忒弥斯神殿被毁与腓力连获三道大捷的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

οὐ μὴν ἀλλὰ Φιλίππῳ μὲν, μετὰ τὸ φάσμα πέμψαντι Χαίρωνα τὸν Μεγαλοπολίτην εἰς Δελφοὺς, χρησμὸν κομισθῆναι λέγουσι παρὰ τοῦ θεοῦ κελεύοντος Ἄμμωνι θύειν καὶ σέβεσθαι μάλιστα τοῦτον τὸν θεόν ἀποβαλεῖν δὲ τῶν ὄψεων αὐτὸν τὴν ἑτέραν, ἣν τῷ τῆς θύρας ἁρμῷ προσβαλών κατώπτευσεν ἐν μορφῇ δράκοντος συνευναζόμενον τῇ γυναικὶ τὸν θεόν.

不仅如此,据说在这一幻象之后,腓力派遣美伽罗波利斯人凯隆前往德尔斐,从神那里带回神谕,命他向阿蒙献祭,并尊奉这位神明甚于其他神明;他还失去了双眼中的一只,即他在门缝上窥看神以大蛇之形与妻子同衾时所贴着的那只眼。

§3.2

ἡ δὲ Ὀλυμπιάς, ὡς Ἐρατοσθένης φησί, προπέμπουσα τὸν Ἀλέξανδρον ἐπὶ τὴν στρατείαν, καὶ φράσασα μόνῳ τὸ περὶ τὴν τέκνωσιν ἀπόρρητον, ἐκέλευεν ἄξια φρονεῖν τῆς γενέσεως, ἕτεροι δέ φασιν αὐτὴν ἀφοσιοῦσθαι1 καὶ λέγειν οὐ παύσεταί με διαβάλλων Ἀλέξανδρος πρὸς τὴν Ἥραν;

另一方面,如埃拉托斯特尼所述,奥林匹亚丝在送别亚历山大出征、并单独向他一人透露受孕的密事时,命他要存有与其出身相称的远大心志;但另有些人说,她唯恐触怒神祇而说道: “难道亚历山大就不肯停止在赫拉面前中伤我吗?”

§3.3

ἐγεννήθη δʼ οὖν Ἀλέξανδρος ἱσταμένου μηνὸς Ἑκατομβαιῶνος, ὃν Μακεδόνες Λῷον καλοῦσιν, ἕκτῃ, καθʼ ἣν ἡμέραν ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐνεπρήσθη νεώς ᾧ γʼ Ἡγησίας ὁ Μάγνης ἐπιπεφώνηκεν ἐπιφώνημα κατασβέσαι τὴν πυρκαϊὰν ἐκείνην ὑπὸ ψυχρίας2 δυνάμενον εἰκότως γὰρ ἔφη καταφλεχθῆναι τὸν νεών τῆς Ἀρτέμιδος ἀσχολουμένης περὶ τὴν Ἀλεξάνδρου μαίωσιν.

亚历山大便是在赫卡通拜翁月(马其顿人称之为洛奥斯月)的上旬第六日降生的,就在这一天,以弗所的阿耳忒弥斯神殿被大火焚毁。对此,马格内西亚的赫格西亚斯曾附上一句妙语,由于其平淡冷滞,竟足以扑灭那场烈火;因为他说,神殿被烧毁理所当然,盖因阿耳忒弥斯正忙于照料亚历山大的接生之故。

§3.4

ὅσοι δὲ τῶν μάγων ἐν Ἐφέσῳ διατρίβοντες ἔτυχον, τὸ περὶ τὸν νεών πάθος ἡγούμενοι πάθους ἑτέρου σημεῖον εἶναι, διέθεον τὰ πρόσωπα τυπτόμενοι καὶ βοῶντες ἄτην ἅμα καὶ συμφορὰν μεγάλην τῇ Ἀσίᾳ τὴν ἡμέραν ἐκείνην τετοκέναι. Φιλίππῳ δὲ ἄρτι Ποτείδαιαν ᾑρηκότι τρεῖς ἧκον ἀγγελίαι κατὰ τὸν αὐτὸν χρόνον·

而恰巧在以弗所逗留的所有波斯僧侣,则认为神殿所遭的祸事是另一场祸事的征兆,纷纷拍打着面颊狂奔,呼号着这一天同时给亚洲生下了毁灭与巨大的灾殃。与此同时,刚刚攻下波提狄亚的腓力在同一时间收到了三封捷报:

§3.5

ἡ μὲν Ἰλλυριοὺς ἡττᾶσθαι μάχῃ μεγάλῃ διὰ Παρμενίωνος, ἡ δὲ Ὀλυμπίασιν ἵππῳ κέλητι νενικηκέναι, τρίτη δὲ περὶ τῆς Ἀλεξάνδρου γενέσεως, ἐφʼ οἷς ἡδόμενον, ὡς εἰκὸς, ἔτι μᾶλλον οἱ μάντεις ἐπῆραν ἀποφαινόμενοι τὸν παῖδα τρισὶ νίκαις συγγεγεννημένον3 ἀνίκητον ἔσεσθαι.

其一是帕尔梅尼奥在一场大战中击溃了伊利里亚人,其二是他凭借赛马在奥林匹亚获胜,其三则是关于亚历山大的降生。腓力自当为此感到欣喜,而占卜者们更进一步振奋了他的心志,宣称这孩子与三场胜利一同降生,必将天下无敌。

语法注3 条
  1. 3.2ἀφοσιοῦσθαι

    中动态动词,意为“祓除罪咎”、“避忌触怒神明”或“声称清白以避神罚”。此处指奥林匹亚丝唯恐招致赫拉的嫉恨与惩罚,因而极力撇清关系。

  2. 3.3ὑπὸ ψυχρίας

    介词 ὑπό 加属格构成的表原因短语,意为“因其寡味平淡(冷滞)”。此处为讽刺笔法,将赫格西亚斯拙劣修辞的“寒意/冷场”比拟为足以扑灭烈火的物理严寒。

  3. 3.5τρισὶ νίκαις συγγεγεννημένον

    与格 τρισὶ νίκαις 受分词中的前缀 συν- 支配,表示伴随情况或同时发生之物(“与三场胜利一同降生”),强调了亚历山大出生与三大捷报在时间上的完全重合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:3.1-3.5