- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:38.1-38.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在波斯波利斯的酒宴上,雅典名妓泰绮思提议焚毁薛西斯王宫,亚历山大与其同伴受其鼓动纵火焚宫。
ἐκ τούτου μέλλων ἐξελαύνειν ἐπὶ Δαρεῖον ἔτυχε μὲν εἰς μέθην τινὰ καὶ παιδιὰν τοῖς ἑταίροις ἑαυτὸν δεδωκώς, ὥστε καὶ γύναια συμπίνειν ἐπὶ κῶμον ἥκοντα πρὸς τοὺς ἐραστάς. ἐν δὲ τούτοις εὐδοκιμοῦσα μάλιστα Θαῒς ἡ Πτολεμαίου τοῦ βασιλεύσαντος ὕστερον ἑταίρα, γένος Ἀττική, τὰ μὲν ἐμμελῶς ἐπαινοῦσα, τὰ δὲ παίζουσα πρὸς τὸν Ἀλέξανδρον, ἅμα τῇ μέθῃ λόγον εἰπεῖν προήχθη τῷ μὲν τῆς πατρίδος ἤθει πρέποντα, μείζονα δὲ ἢ κατʼ αὑτήν.
此后,在正准备出兵讨伐大流士之际,他恰好与同伴们纵情饮酒作乐,以致那些来赴狂欢之宴与情郎相会的妇人也一同畅饮。在这些妇人中,声名最著者为后来称王的托勒密的爱妾、雅典人泰绮思。她一面巧妙地赞扬亚历山大,一面与他玩笑,乘着酒兴说出了一番话来;这番话虽合乎她祖国的气节,却超出了她自身的卑微身份。
ἔφη γάρ ὧν πεπόνηκε1 πεπλανημένη τὴν Ἀσίαν ἀπολαμβάνειν χάριν ἐκείνης τῆς ἡμέρας ἐντρυφῶσα τοῖς ὑπερηφάνοις Περσῶν βασιλείοις ἔτι δʼ ἂν ἥδιον ὑποπρῆσαι κωμάσασα τὸν Ξέρξου τοῦ κατακαύσαντος τὰς Ἀθήνας οἶκον, αὐτὴ τὸ πῦρ ἅψασα τοῦ βασιλέως ὁρῶντος, ὡς ἂν λόγος ἔχῃ πρὸς ἀνθρώπους ὅτι τῶν ναυμάχων καὶ πεζομάχων ἐκείνων στρατηγῶν2 τὰ μετὰ Ἀλεξάνδρου γύναια μείζονα δίκην ἐπέθηκε Πέρσαις ὑπὲρ τῆς Ἑλλάδος.
因为她说,流离于亚洲所忍受的辛劳,在这一天傲居波斯傲慢的王宫中得到了酬报;然而,若能在狂欢中焚毁那曾焚烧雅典的薛西斯的宫邸,并在大王注视下亲手引火,她将感到更为快意,以此可让世人传颂:随同亚历山大的女流,为希腊向波斯人所施加的惩罚,竟然超过了昔日那些海战与陆战的名将。
ἅμα δὲ τῷ λόγῳ τούτῳ κρότου καὶ θορύβου γενομένου καὶ παρακελεύσεως τῶν ἑταίρων καὶ φιλοτιμίας, ἐπισπασθεὶς ὁ βασιλεὺς καὶ ἀναπηδήσας ἔχων στέφανον καὶ λαμπάδα προῆγεν.
随着这番话,喝彩声与喧嚣四起,同伴们也纷纷鼓噪竞胜,大王被煽动起来,猛然跳起,戴着花冠,手持火把走在前面。
οἱ δὲ ἑπόμενοι κώμῳ καὶ βοῇ περιίσταντο τὰ βασίλεια, καὶ τῶν ἄλλων Μακεδόνων οἱ πυνθανόμενοι συνέτρεχον μετὰ λαμπάδων χαίροντες, ἤλπιζον γὰρ ὅτι τοῖς οἴκοι προσέχοντός ἐστι τὸν νοῦν3 καὶ μὴ μέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ πιμπράναι τὰ βασίλεια καὶ διαφθείρειν, οἱ μὲν οὕτω ταῦτα γενέσθαι φασίν, οἱ δὲ ἀπὸ γνώμης· ὅτι δʼ οὖν μετενόησε ταχὺ καὶ κατασβέσαι προσέταξεν ὁμολογεῖται.
随从者伴着狂欢与呼喊将王宫包围,其余闻讯的马其顿人也兴高采烈地手持火把奔聚而来;因为他们盼望,焚烧并毁灭王宫乃是心系故土、不愿长居蛮邦之人的行径。有人说事情是这样发生的,也有人说是出于预谋;但无论如何,人们公认他很快就后悔并下令将火扑灭了。
- 38.2ὧν πεπόνηκε
关系代名词的格引申(attractio)。关系代词 ὧν 本应作为 πεπόνηκε 的宾语而用宾格 ἅ,但被省略的先行词(如 τούτων,与 χάριν 连用作 ἀπολαμβάνειν 的宾语)吸引为属格。
- 38.2τῶν ναυμάχων καὶ πεζομάχων ἐκείνων στρατηγῶν
比较属格(genitive of comparison),取决于 μείζονα,意即“亚历山大随行女子所施加的惩罚……比昔日那些陆海战名将所施加的更重”。不可误作宾格性属格或部分属格。
- 38.4τοῖς οἴκοι προσέχοντός ἐστι τὸν νοῦν
特征性谓语属格(predicate genitive of characteristic)。结构为分词属格 προσέχοντος + ἐστί + 动名词主语 τὸ πιμπράναι ... διαφθείρειν,意为“焚烧与破坏王宫,乃是心系故土之人应有的举动”。
