- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:37.1-37.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在一通晓双语的向导带领下进入波斯斯,屠杀俘虏并缴获巨额财富;他在倒塌的薛西斯雕像前驻足沉思,并在该地驻军过冬,德马拉托斯见到他登上王座不禁感动落泪。
τῆς δὲ Περσίδος οὔσης διὰ τραχύτητα δυσεμβόλου καὶ φυλαττομένης ὑπὸ γενναιοτάτων Περσῶν (Δαρεῖος μὲν γὰρ ἐπεφεύγει) γίγνεταί τινος περιόδου κύκλον ἐχούσης οὐ πολὺν ἡγεμὼν1 αὐτῷ δίγλωσσος ἄνθρωπος, ἐκ πατρὸς Λυκίου, μητρὸς δὲ Περσίδος γεγονώς ὅν φασιν, ἔτι παιδὸς ὄντος Ἀλεξάνδρου, τὴν Πυθίαν προειπεῖν, ὡς λύκος ἔσται2 καθηγεμὼν Ἀλεξάνδρῳ τῆς ἐπὶ Πέρσας πορείας.
波斯斯地区因地势险阻而难以进入,并由最精锐的波斯人守卫(大流士已经逃走),这时有一位通晓两种语言的人成了他的向导,指引一条并非太长的迂回绕道;此人出身于吕基亚父亲与波斯母亲。关于他,据说当亚历山大尚且年幼时,皮提亚女祭司就曾预言,一只狼(吕科斯)将成为亚历山大进军波斯的引路人。
φόνον μὲν οὖν ἐνταῦθα πολὺν τῶν ἁλισκομένων γενέσθαι συνέπεσε γράφει γὰρ αὐτός ὡς νομίζων αὐτῷ τοῦτο λυσιτελεῖν ἐκέλευεν ἀποσφάττεσθαι τοὺς ἀνθρώπους· νομίσματος δὲ εὑρεῖν πλῆθος, ὅσον ἐν Σούσοις, τὴν δὲ ἄλλην κατασκευὴν καὶ τὸν πλοῦτον ἐκκομισθῆναί φασι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις.
因此,被俘虏者在那里惨遭屠杀;因为他自己写道,他认为这对自己有利,便下令屠戮这些人。据说在那里所发现的钱币数量与在苏萨发现的相当,其余的器物和财富则用一万副骡车与五千头骆驼运出。
Ξέρξου δὲ ἀνδριάντα μέγαν θεασάμενος ὑπὸ πλήθους τῶν ὠθουμένων εἰς τὰ βασίλεια πλημμελῶς ἀνατετραμμένον ἐπέστη, καὶ καθάπερ ἔμψυχον προσαγορεύσας, πότερόν σε, εἶπε, διὰ τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν κείμενον παρέλθωμεν ἢ διὰ τὴν ἄλλην μεγαλοφροσύνην καὶ ἀρετὴν ἐγείρωμεν;3 τέλος δὲ πολὺν χρόνον πρὸς ἑαυτῷ γενόμενος4 καὶ σιωπήσας παρῆλθε, βουλόμενος δὲ τοὺς στρατιώτας ἀναλαβεῖν (καὶ γὰρ ἦν χειμῶνος ὥρα) τέσσαρας μῆνας αὐτόθι διήγαγε.
看到一尊巨大的薛西斯雕像被涌入王宫的人群粗暴地推倒在地上,他停下脚步,如同对着活人一样说道:“我们是因你远征希腊而让你躺卧于此拂袖而去,还是因你其他的宏伟胸怀与美德将你重新立起?”最终,他在心中沉思良久并默然不语后离去;由于希望让士兵们得到休整(当时正是冬季),他在那里度过了四个月。
λέγεται δὲ καθίσαντος αὐτοῦ τὸ πρῶτον ὑπὸ τὸν χρυσοῦν οὐρανίσκον ἐν τῷ βασιλικῷ θρόνῳ τὸν Κορίνθιον Δημάρατον εὔνουν ὄντα ἄνδρα καὶ πατρῷον φίλον Ἀλεξάνδρου πρεσβυτικῶς ἐπιδακρῦσαι, καὶ εἰπεῖν ὡς μεγάλης ἡδονῆς στεροῖντο τῶν Ἑλλήνων οἱ τεθνηκότες πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον.
据说,当他第一次坐在黄金华盖下的王座上时,身为亚历山大忠诚之士兼先父之友的科林斯人德马拉托斯像老人那样潸然泪下,并说那些未及见到亚历山大坐在大流士王座上便死去的希腊人,失去了多么巨大的欢愉。
- 37.1τινος περιόδου κύκλον ἐχούσης οὐ πολὺν ἡγεμών
名词 ἡγεμών(向导)支配作宾格性属格的名词短语 τινος περιόδου,并由现在分词短语 κύκλον ἐχούσης οὐ πολὺν(拥有不大的回环)作定语修饰,意为“指引一条并不太长的迂回路的向导”。
- 37.1ὅν φασιν, ἔτι παιδὸς ὄντος Ἀλεξάνδρου, τὴν Πυθίαν προειπεῖν, ὡς λύκος ἔσται
关系代名词 ὅν 为先取结构(prolepsis),在句法上充当 προειπεῖν 的对象(“关于他,据说皮提亚曾预言说……”),并将这位吕基亚人(Λύκιος)的身份与神谕中的双关语“狼”(λύκος)巧妙衔接。
- 37.3πότερόν σε ... παρέλθωμεν ἢ ... ἐγείρωμεν;
由 πότερον ... ἤ(是……还是……)引导的双重直接疑问句中的审思虚拟语气(deliberative subjunctive,动词为 παρέλθωμεν 和 ἐγείρωμεν),表达亚历山大自问该如何处置该雕像。
- 37.3πρὸς ἑαυτῷ γενόμενος
习语搭配(πρός 加与格),字面意为“来到自己身边”,引申为“收回心神”、“陷入独自沉思”。
