← 普鲁塔克

亚历山大大帝传

§39.1-39.7

亚历山大的慷慨施舍与奥林匹亚斯的劝诫

本节记叙了体现亚历山大极其慷慨仁厚的若干逸事(对士兵、友人与臣属的巨额赏赐),以及其母奥林匹亚斯来信的劝诫与他对母亲的态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

φύσει δὲ ὢν μεγαλοδωρότατος ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθʼ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται, μνησθήσομαι δὲ ὀλίγων. ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, τοῦτο, εἶπεν, ὦ βασιλεῦ, παρʼ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον.1

他天性极好施舍,随着基业的发展,他在这一点上更形变本加厉;同时他又怀有温情厚意,唯有伴随这种厚意,施予者才算真正施恩。我且提几件事。派奥尼亚人的首领阿里斯同斩杀了一名敌兵,将首级呈献给他,说: “大王,在我们那里,这份赐赏价值一只金杯。”

§39.2

ὁ δὲ Ἀλέξανδρος γελάσας, κενοῦ γε, εἶπεν, ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι. τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, μὴ κάμῃς, εἶπεν, ἀλλὰ πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ τοῦτο κομίσας.2

亚历山大笑答: “至少是一只空的金杯吧;而我却要敬你一杯注满纯酒的金杯。” 又有一名马其顿普通士卒赶着一头驮运王家金银的骡子;在牲畜疲惫不支时,他便自己挑起重担背着走。大王见他被压得苦不堪言,询问了缘由,正当他准备放下重担时,便说: “不要气馁,把剩下的路走到营帐去吧,把这当作是为你自己运送的。”

§39.3

ὅλως δὲ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτο τὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν. ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως, ἐμοὶ δὲ οὐ δίδως; οὐ γὰρ αἰτεῖς, εἶπε, τούτῳ μὲν δὴ γελάσας πολλὰ ἔδωκε.

大体而言,他对那些不接受赏赐的人所生的怨怼,远甚于对那些有所求索的人。他曾写信给福基翁,声称若再拒绝他的恩泽,今后便不再以朋友相待。至于打球的青年之一塞拉皮翁,因为从未求取任何东西,他便什么也没有给他。后来塞拉皮翁参加击球游戏,只是把球抛给别人,大王说: “你怎么不传给我?” 他答道:“因为你没有要。”大王大笑,赏赐了他许多东西。

§39.4

Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε διʼ ὀργῆς γεγονέναι τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος, οὐκοῦν, εἶπεν, ὦ βασιλεῦ, δός τί μοι πιστὸν πρῶτον. ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι. περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει3 διʼ ἐπιστολῆς Ὀλυμπιάς, ἣν ἔγραψε πρὸς αὐτόν.

对于普罗提亚斯——一个善于说笑畅饮而颇知情趣的人——大王似乎对他动了怒;但在朋友们为之求情、普罗提亚斯又流泪痛哭之下,大王说愿意与他和好。普罗提亚斯说: “那么,大王,先给我一点信物吧。” 于是他下令赏给他五塔兰同。至于分赏给朋友们和近卫官们的财富规模有多么庞大,奥林匹亚斯在写给他的一封信中表露得十分清楚: “在别的事上,”

§39.5

ἄλλως, φησὶν, εὖ ποίει τοὺς φίλους καὶ ἐνδόξους ἄγε νῦν δʼ ἰσοβασιλέας πάντας ποιεῖς καὶ πολυφιλίας παρασκευάζεις αὐτοῖς, ἑαυτὸν δὲ ἐρημοῖς. πολλάκις δὲ τοιαῦτα τῆς Ὀλυμπιάδος γραφούσης ἐφύλαττεν ἀπόρρητα τὰ γράμματα, πλὴν ἅπαξ Ἡφαιστίωνος, ὥσπερ εἰώθει, λυθεῖσαν ἐπιστολήν αὐτῷ συναναγινώσκοντος οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον ἀφελόμενος τὸν αὑτοῦ προσέθηκε τῷ ἐκείνου στόματι τὴν σφραγῖδα.

她说,“善待你的朋友,使他们享有荣耀吧;如今你却使他们人人都与大王平起平坐,让他们门庭若市,自己却陷入孤立。” 由于奥林匹亚斯屡次写这类书信,他便将信件严守机密;唯有一次,赫菲斯提翁照例与他一同展读一封拆开的信函,他并未阻止,却摘下自己的戒指,将印章按在赫菲斯提翁的唇上。

§39.6

Μαζαίου δὲ τοῦ μεγίστου παρὰ Δαρείῳ γενομένου παιδὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθει μείζονα, παραιτούμενος δὲ ἐκεῖνος εἶπεν· ὦ βασιλεῦ, τότε μὲν ἦν εἷς Δαρεῖος, νῦν δὲ σὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους. Παρμενίωνι μὲν οὖν τὸν Βαγώου ἔδωκεν οἶκον τὸν περὶ Σοῦσα, ἐν ᾧ λέγεται χιλίων ταλάντων εὑρεθῆναι ἱματισμὸν. πρὸς δʼ Ἀντίπατρον ἔγραψε κελεύων ἔχειν φύλακας τοῦ σώματος ὡς ἐπιβουλευόμενον.

玛扎奥斯曾是大流士手下最位高权重之人,亚历山大原想给其已领有一处总督区之子再增加一处更大的辖地;然而其子推辞道: “大王,当年大流士只有一人,如今你却造就了许多亚历山大。” 他将巴戈阿斯在苏萨附近的宅邸赐予帕尔墨尼翁,据说在其中发现了价值一千塔兰同的服饰。他又致信安提帕特,令其配备侍卫,称有人正对他图谋不轨。

§39.7

τῇ δὲ μητρὶ πολλὰ μὲν ἐδωρεῖτο καὶ κατέπεμπεν, οὐκ εἴα δὲ πολυπραγμονεῖν οὐδὲ παραστρατηγεῖν ἐγκαλούσης δὲ πρᾴως ἔφερε τὴν χαλεπότητα. πλὴν ἅπαξ ποτὲ Ἀντιπάτρου μακρὰν κατʼ αὐτῆς γράψαντος ἐπιστολήν ἀναγνοὺς ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός.4

至于其母,他虽屡赠厚礼并寄去,却不容许她干预政务或插手军权;母亲抱怨时,他也能温和地忍受其严苛。唯有一次,安提帕特写了一封指控她的长信,亚历山大读罢说道,安提帕特不知道,母亲的一滴眼泪就能抹去上万封书信。

语法注4 条
  1. 39.1ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον

    ἐκπώματος χρυσοῦ 为价值属格(genitive of value),与被动语态动词 τιμᾶται 连用,意为“这份赠礼被评定为价值一只金杯”。主语是 τὸ δῶρον,τοῦτο 起指示修饰作用。

  2. 39.2πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ τοῦτο κομίσας

    πρόσθες 是 προστίθημι 的第二不定过去时主动命令式第二人称单数,在此意为“加上/走完(剩下的路程)”。分词 κομίσας 所带的 ἑαυτῷ 为利益与格(dative of advantage),意为“为你自己运送此物”,即许诺将这批财物归该兵士所有。

  3. 39.4περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει

    前置先取结构(prolepsis)。主句的介词短语 περὶ ... τῶν πλούτων(关于这些财富)在句首预先提出了随后间接疑问从句 ἡλίκον εἶχον ὄγκον(它们具有多么庞大的规模)的核心内容。主句动词是 ἐμφαίνει,主语是后文的 Ὀλυμπιάς。

  4. 39.7ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός

    由 εἶπεν 支配的“宾格加不定式”间接引语结构,其中 Ἀντίπατρον 为不定式的逻辑主语,ἀγνοεῖν 为现在时不定式(“他说安提帕特不知道……”)。ὅτι 从句则是充当 ἀγνοεῖν 宾语的名词性从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:39.1-39.7