- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:34.1-34.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战役结束后波斯帝国瓦解,被拥戴为亚细亚之王的亚历山大酬谢诸神与部属,下令废除僭主、恢复希腊自治,并褒奖普拉提亚人与克罗托内人。
τοῦτο τῆς μάχης ἐκείνης λαβούσης τὸ πέρας, ἡ μὲν ἀρχὴ παντάπασιν ἡ Περσῶν ἐδόκει καταλελύσθαι, βασιλεὺς δὲ τῆς Ἀσίας Ἀλέξανδρος ἀνηγορευμένος ἔθυε τοῖς θεοῖς μεγαλοπρεπῶς καὶ τοῖς φίλοις ἐδωρεῖτο πλούτους καὶ οἴκους καὶ ἡγεμονίας, φιλοτιμούμενος δὲ πρὸς τοὺς Ἕλληνας ἔγραψε τὰς τυραννίδας πάσας καταλυθῆναι καὶ πολιτεύειν αὐτονόμους, ἰδίᾳ δὲ Πλαταιεῦσι τὴν πόλιν ἀνοικοδομεῖν, ὅτι τὴν χώραν οἱ πατέρες αὐτῶν ἐναγωνίσασθαι1 τοῖς Ἕλλησιν ὑπὲρ τῆς ἐλευθερίας παρέσχον.
在那场战役以此收场之后,波斯人的帝国被认为已彻底瓦解;亚历山大被拥立为亚细亚之王,向诸神献上了宏大的祭祀,并将财富、宅邸和统治权赐予身边的友人。此外,出于对希腊人的敬意与好意,他致信下令废除一切僭主政治,准许各地依自治法令治理,并特别准许普拉提亚人重建他们的城邦,因为其先祖曾献出自己的国土供希腊人为自由而战。
ἔπεμψε δὲ καὶ Κροτωνιάταις εἰς Ἰταλίαν μέρος τῶν λαφύρων, τὴν Φαΰλλου τοῦ ἀθλητοῦ τιμῶν προθυμίαν καὶ ἀρετήν, ὃς περὶ τὰ Μηδικά τῶν ἄλλων Ἰταλιωτῶν ἀπεγνωκότων τοὺς Ἕλληνας2 ἰδιόστολον ἔχων ναῦν ἔπλευσεν εἰς Σαλαμῖνα, τοῦ κινδύνου τι μεθέξων.3 οὕτω τις εὐμενὴς ἦν πρὸς ἅπασαν ἀρετὴν καὶ καλῶν ἔργων φύλαξ καὶ οἰκεῖος.
他还把一部分战利品送往意大利的克罗托内人那里,以此褒奖运动员法伊洛斯的赤诚与勇德。法伊洛斯在波斯战争期间,正当其他意大利希腊人对希腊本土感到绝望时,率领一艘自费配备的战船驶往萨拉米斯,意图分担些许危难。亚历山大便是如此向慕一切美德,并且是崇高善举的守护者与同道之人。
- 34.1ἐναγωνίσασθαι
依附于动词 παρέσχον(提供)的目的/补足不定式,表示“供希腊人在其中(ἐν-)为自由而战”。
- 34.2τῶν ἄλλων Ἰταλιωτῶν ἀπεγνωκότων τοὺς Ἕλληνας
属格独立结构。复合动词 ἀπογιγνώσκω 接宾格(τοὺς Ἕλληνας),表示“对……放弃希望/断念/绝望”。
- 34.2τοῦ κινδύνου τι μεθέξων
未来主动分词,修饰主句谓语 ἔπλευσεν 并表示目的(“为了分担……”)。动词 μετέχω 支配所分享之物的属格(τοῦ κινδύνου),中性代词 τι 用作副词性宾格或内涵宾语(“多少/一定程度上”)。
