- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:33.1-33.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在祈神与鹰隼吉兆的激励下发起猛攻,击溃大流士的亲卫队并迫使其落荒而逃,但因帕尔梅尼奥告急求援而被迫中止追击。
τότε δὲ τοῖς Θετταλοῖς πλεῖστα διαλεχθεὶς καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἐπέρρωσαν αὐτὸν βοῶντες ἄγειν ἐπὶ τοὺς βαρβάρους, τὸ ξυστὸν εἰς τὴν ἀριστερὰν μεταβαλὼν τῇ δεξιᾷ παρεκάλει τοὺς θεούς, ὡς Καλλισθένης φησίν, ἐπευχόμενος, εἴπερ ὄντως Διόθεν ἐστὶ γεγονώς, ἀμῦναι καὶ συνεπιρρῶσαι1 τοὺς Ἕλληνας.
当时,亚历山大向色萨利人及其他希腊士兵说了许多勉励的话;当他们高声呼喊促请他率军进攻蛮族而使他意气昂扬时,他便把长矛换到左手,举起右手向诸神祈求,正如卡利斯提尼所述,他祷告道:若他确系宙斯的血脉所生,便请护佑并加强希腊人的力量。
ὁ δὲ μάντις Ἀρίστανδρος χλανίδα λευκὴν ἔχων καὶ χρυσοῦν στέφανον ἐπεδείκνυτο παριππεύων ἀετὸν ὑπὲρ κεφαλῆς Ἀλεξάνδρου συνεπαιωρούμενον καὶ κατευθύνοντα τῇ πτήσει ὄρθιον ἐπὶ τοὺς πολεμίους, ὥστε πολὺ μὲν θάρσος ἐγγενέσθαι τοῖς ὁρῶσιν, ἐκ δὲ τοῦ θαρρεῖν καὶ παρακαλεῖν ἀλλήλους δρόμῳ τοῖς ἱππεῦσιν ἱεμένοις ἐπὶ τοὺς πολεμίους ἐπικυμαίνειν τὴν φάλαγγα.2
占卜官阿里斯坦德罗斯身披白斗篷,头戴金冠,策马在一旁指引众人观看:一只鹰正盘旋在亚历山大头顶上方,并径直朝着敌人飞去。这使目睹此景的人倍感振奋,由于鼓足了勇气且相互策励,当骑兵飞驰冲向敌人时,步兵方阵也如波涛般翻涌推进。
πρὶν δὲ συμμεμῖξαι τοὺς πρώτους ἐξέκλιναν οἱ βάρβαροι, καὶ διωγμὸς ἦν πολὺς, εἰς τὰ μέσα συνελαύνοντος Ἀλεξάνδρου τὸ νικώμενον, ὅπου Δαρεῖος ἦν. πόρρωθεν γὰρ αὐτὸν κατεῖδε διὰ τῶν προτεταγμένων ἐν βάθει τῆς βασιλικῆς ἴλης ἐκφανέντα, καλὸν ἄνδρα καὶ μέγαν ἐφʼ ἅρματος ὑψηλοῦ βεβῶτα, πολλοῖς ἱππεῦσι καὶ λαμπροῖς καταπεφραγμένον εὖ μάλα συνεσπειραμένοις περὶ τὸ ἅρμα καὶ παρατεταγμένοις δέχεσθαι τοὺς πολεμίους.
然而前沿部队尚未交锋,蛮族人便溃退了,随即便是一场大规模的追击;亚历山大把败退之敌驱赶向大流士所在的中军。因为他穿过前锋阵列,远远望见大流士显露在御前精骑中军的纵深处——那是一位身躯魁梧健美的男子,挺立于高大的战车之上,四周有众多仪态威武的骑兵紧密簇拥着战车并列队迎击敌人,防卫甚为森严。
ἀλλὰ δεινὸς ὀφθεὶς ἐγγύθεν Ἀλέξανδρος καὶ τοὺς φεύγοντας ἐμβαλὼν εἰς τοὺς μένοντας ἐξέπληξε καὶ διεσκέδασε τὸ πλεῖστον, οἱ δὲ ἄριστοι καὶ γενναιότατοι πρὸ τοῦ βασιλέως φονευόμενοι καὶ κατʼ ἀλλήλων πίπτοντες ἐμποδὼν τῆς διώξεως ἦσαν, ἐμπλεκόμενοι καὶ περισπαίροντες αὑτοῖς καὶ ἵπποις.
然而,当亚历山大从近处显出威猛之势,并将溃逃之人撞向坚守阵地的人时,敌军大部惊骇四散;而在国王面前阵亡的那些最勇悍高贵之士,彼此践踏倒地,人与马纠缠在一起濒死抽搐,阻碍了追击。
Δαρεῖος δέ, τῶν δεινῶν ἁπάντων ἐν ὀφθαλμοῖς ὄντων καὶ τῶν προτεταγμένων δυνάμεων ἐρειπομένων εἰς αὐτόν, ὡς οὐκ ἦν ἀποστρέψαι τὸ ἅρμα καὶ διεξελάσαι ῥᾴδιον, ἀλλʼ οἵ τε τροχοὶ συνείχοντο πτώμασι πεφυρμένοι τοσούτοις οἵ τε ἵπποι καταλαμβανόμενοι καὶ ἀποκρυπτόμενοι τῷ πλήθει τῶν νεκρῶν ἐξήλλοντο καὶ συνετάραττον τὸν ἡνίοχον, ἀπολείπει μὲν τὸ ἅρμα καὶ τὰ ὅπλα, θήλειαν δέ, ὥς φασι, νεοτόκον ἵππον περιβὰς ἔφυγεν.
大流士眼见这般可怖景象全在眼前,前沿军队又纷纷倒向自己,且要调转战车突围绝非易事——车轮被纠结的大量尸体卡住,战马也被成堆的死尸困住并遮蔽,惊跳不已,使驭手陷入极度慌乱——于是他弃下了战车与兵刃,据说骑上一匹新产驹的母马逃遁了。
οὐ μὴν τότε ἂν ἐδόκει διαφυγεῖν, εἰ μὴ πάλιν ἧκον3 ἕτεροι παρὰ τοῦ Παρμενίωνος ἱππεῖς μετακαλοῦντες Ἀλέξανδρον, ὡς συνεστώσης ἔτι πολλῆς δυνάμεως ἐκεῖ καὶ τῶν πολεμίων οὐκ ἐνδιδόντων. ὅλως γὰρ αἰτιῶνται Παρμενίωνα κατʼ ἐκείνην τὴν μάχην νωθρὸν γενέσθαι καὶ δύσεργον, εἴτε τοῦ γήρως ἤδη τι παραλύοντος τῆς τόλμης, εἴτε τὴν ἐξουσίαν καὶ τὸν ὄγκον, ὡς Καλλισθένης φησί, τῆς Ἀλεξάνδρου δυνάμεως βαρυνόμενον καὶ προσφθονοῦντα.
不过,若非帕尔梅尼奥那边又派来骑兵召回亚历山大,声称该处仍有强敌结集且敌军尚未屈服,大流士当时似乎也是无法逃脱的。世人普遍责怪帕尔梅尼奥在那场战役中表现得迟钝且办事不力,不知是因为年迈已使其胆量有所衰退,还是正如卡利斯提尼所说,他对亚历山大权势之隆与排场之巨感到沉重并心怀嫉恨。
τότε δʼ οὖν ὁ βασιλεὺς ἀνιαθεὶς τῇ μεταπέμψει τοῖς μὲν στρατιώταις οὐκ ἔφρασε τὸ ἀληθές, ἀλλʼ ὡς ἀνέχων τοῦ φονεύειν καὶ σκότους ὄντος ἀνάκλησιν ἐσήμανεν ἐλαύνων δὲ πρὸς τὸ κινδυνεῦον μέρος ἤκουσε καθʼ ὁδὸν ἡττῆσθαι παντάπασι καὶ φεύγειν τοὺς πολεμίους.
无论如何,国王虽对这次召回感到恼怒,却未向士卒道出实情,反而借口遏制杀戮且暮色已降而鸣金收兵;但当他驱马赶赴受威胁的地段时,却在半路上得知敌人已被彻底击溃,正在逃窜。
- 33.1ἀμῦναι καὶ συνεπιρρῶσαι
接在分词 ἐπευχόμενος(祈祷)之后的祈愿/间接命令不定式,表示祈祷的具体内容(“祈求诸神护佑并增强希腊人”)。不定式的逻辑主语(诸神)承接上文省略。
- 33.2δρόμῳ τοῖς ἱππεῦσιν ἱεμένοις ἐπὶ τοὺς πολεμίους ἐπικυμαίνειν τὴν φάλαγγα
承接 ὥστε 结果从句的“宾格加不定式”结构。主语为 τὴν φάλαγγα,动词为 ἐπικυμαίνειν。与格短语 δρόμῳ τοῖς ἱππεῦσιν ἱεμένοις 与动词的前缀 ἐπί- 相关联(或作伴随/应和与格),意为“呼应着全速冲向敌人的骑兵,步兵方阵如波浪般推进”。
- 33.6οὐ μὴν τότε ἂν ἐδόκει διαφυγεῖν, εἰ μὴ πάλιν ἧκον
与过去事实相反的虚拟条件句。归结从句使用 ἄν 搭配未完成过去时 ἐδόκει(“本不会显得能够逃脱”),条件从句使用 εἰ μὴ 搭配过去直陈式 ἧκον(“若非又有骑兵前来”)。
