← 普鲁塔克

亚历山大大帝传

§35.1-35.8

巴比伦尼亚的石脑油与当地风土

亚历山大在巴比伦尼亚对天然烈火裂谷与石脑油叹为观止,并目睹了在少年斯特凡诺斯身上进行的凶险燃烧试验。作者进而探讨了石脑油的物理与神话渊源,并记叙了当地的燥热酷暑以及哈尔帕罗斯种植希腊植物的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ἐπιὼν δὲ τὴν Βαβυλωνίαν ἅπασαν εὐθὺς ἐπʼ αὐτῷ γενομένην ἐθαύμασε μάλιστα τό τε χάσμα τοῦ πυρὸς ὥσπερ ἐκ πηγῆς συνεχῶς ἀναφερομένου, καὶ τό ῥεῦμα τοῦ νάφθα λιμνάζοντος διὰ τὸ πλῆθος οὐ πόρρω τοῦ χάσματος, ὃς τἆλλα μὲν ἀσφάλτῳ προσέοικεν, οὕτω δὲ εὐπαθὴς πρὸς τὸ πῦρ ἐστιν ὥστε, πρὶν ἢ θιγεῖν τὴν φλόγα,1 διʼ αὐτῆς τῆς περὶ τὸ φῶς ἐξαπτόμενος αὐγῆς τὸν μεταξὺ πολλάκις ἀέρα συνεκκαίειν.

当亚历山大进入立即归附于他的整个巴比伦尼亚时,他最为惊叹的是那如泉源般不断涌出的火之深渊,以及因储量巨大而在裂谷不远处汇聚成湖的石脑油流。石脑油在其他方面虽似沥青,却对火极为敏感,以致火焰尚未触及,它仅凭光辉周遭的辐射便被引燃,并常常连带焚烧起其间的空气。

§35.2

ἐπιδεικνύμενοι δὲ τὴν φύσιν αὐτοῦ καὶ δύναμιν οἱ βάρβαροι τὸν ἄγοντα πρὸς τὴν κατάλυσιν τοῦ βασιλέως στενωπὸν ἐλαφρῶς τῷ φαρμάκῳ κατεψέκασαν εἶτα στάντες ἐπʼ ἄκρῳ τοὺς λαμπτῆρας τοῖς βεβρεγμένοις προσέθηκαν ἤδη γὰρ συνεσκόταζε. τῶν δὲ πρώτων εὐθὺς ἁψαμένων οὐκ ἔσχεν ἡ νομὴ χρόνον αἰσθητόν, ἀλλʼ ἅμα νοήματι διῖκτο πρὸς θάτερον πέρας καὶ πῦρ ἐγεγόνει συνεχὲς ὁ στενωπός.

蛮族人为展示其性质与威力,用这种药液在通向国王下榻处的巷道上轻轻洒布;随后由于夜幕业已降临,他们站在小巷的尽头,将火把凑近浸润之处。最前段甫一着火,火势蔓延全无感觉可察的间隙,只在一念之间便穿透至另一端,整条巷子化为一片连绵的烈火。

§35.3

ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶ ἄλειμμα καὶ λουτρὸν εἰωθότων τὸ σῶμα θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιαν ἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐν τῷ λουτρῶνι τότε παιδαρίου τῷ Ἀλεξάνδρῳ παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γελοίου τὴν ὄψιν, ᾄδοντος δὲ χαριέντως, Στέφανος ἐκαλεῖτο, βούλει, φησὶν, ὦ βασιλεῦ, διάπειραν ἐν Στεφάνῳ τοῦ φαρμάκου λάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ κατασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχον καὶ δεινὴν αὐτοῦ τὴν δύναμιν εἶναι.

当时有一位名叫雅典诺法涅斯的雅典人,专门伺候国王的敷油与沐浴,并善于引逗其心神松弛消遣。此时在浴房中,侍立在亚历山大身旁的是一个容貌极其鄙陋可笑、但歌声动听的少年,名叫斯特凡诺斯;此人说道: “您是否愿意, 他说, 大王,我们在斯特凡诺斯身上试验一下这种药水?因为假若它燃着了他且无法扑灭,我便要说其威力全然不可抗拒而又极其可怖。”

§35.4

προθύμως δέ πως καὶ τοῦ παιδαρίου διδόντος ἑαυτὸν πρὸς τὴν πεῖραν, ἅμα τῷ περιαλεῖψαι καὶ θιγεῖν ἐξήνθησε φλόγα τοσαύτην τὸ σῶμα καὶ πυρὶ κατεσχέθη τὸ πᾶν ὥστε τὸν Ἀλέξανδρον εἰς πᾶν ἀπορίας καὶ δέους ἐλθεῖν εἰ δὲ μὴ κατὰ τύχην πολλοὶ παρῆσαν ἀγγεῖα πρὸς τὸ λουτρὸν ὕδατος διὰ χειρῶν ἔχοντες, οὐκ ἂν ἔφθασεν ἡ βοήθεια τὴν ἐπινομήν.2

因这少年不知为何也欣然自荐受试,刚一涂抹其身并触及火种,他的躯体便爆发出如此巨大的烈焰,通体被烈火吞噬,以致亚历山大陷入了极度的无措与惊骇。若非恰逢有许多人手持沐浴用水器侍立在旁,救援本是无法赶在火势扩散之前到达的。

§35.5

ἀλλὰ καὶ τότε μόγις κατέσβεσαν τὸ σῶμα τοῦ παιδὸς διʼ ὅλου πῦρ γενόμενον, καὶ μετὰ ταῦτα χαλεπῶς ἔσχεν. εἰκότως οὖν ἔνιοι τὸν μῦθον ἀνασῴζοντες πρὸς τὴν ἀλήθειαν τοῦτό φασιν εἶναι τὸ τῆς Μηδείας φάρμακον, ᾧ τὸν τραγῳδούμενον στέφανον καὶ τὸν πέπλον ἔχρισεν. οὐ γὰρ ἐξ αὐτῶν ἐκείνων οὐδὲ ἀπʼ αὐτομάτου λάμψαι τὸ πῦρ, ἀλλὰ φλογὸς ἐγγύθεν παρατεθείσης ὀξεῖαν ὁλκὴν καὶ συναφὴν ἄδηλον αἰσθήσει γενέσθαι.

即便如此,他们也是费尽全力才将这浑身化作一团火球的少年身上的烈焰扑灭,其后少年的伤势极为严重。因此,有些人试图以真实事理来附会神话,称这就是美狄亚的毒药,即她在悲剧中所咏唱的那顶金冠与长袍上所涂抹之物,亦属合乎情理。因为烈火并非从那些器物本身发出,亦非自发燃烧,而是当火焰靠近时,发生了迅疾的吸聚以及肉眼难以察觉的接触。

§35.6

τὰς γὰρ ἀκτῖνας καὶ τὰ ῥεύματα τοῦ πυρὸς ἄπωθεν ἐπερχόμενα τοῖς μὲν ἄλλοις σώμασι φῶς καὶ θερμότητα προσβάλλειν μόνον, ἐν δὲ τοῖς ξηρότητα πνευματικὴν ἢ νοτίδα λιπαρὰν καὶ διαρκῆ κεκτημένοις ἀθροιζόμενα καὶ πυριγονοῦντα μεταβάλλειν ὀξέως τὴν ὕλην. παρεῖχε δὲ ἀπορίαν ἢ γένεσις εἴτε μᾶλλον ὑπέκκαυμα τῆς φλογὸς ὑπορρεῖ τὸ ὑγρὸν ἐκ τῆς γῆς φύσιν λιπαρὰν καὶ πυριγόνον ἐχούσης.

因为自远处袭来的火之光线与流溢,施加于其他物体时仅赋予光和热,但汇集于那些具有充沛干燥之气、或兼具油润持久之湿气的物体时,便会积聚生火,使物质急速转化。然而人们困惑的是,这种油液自大地中渗出,究竟是作为烈火的本原产生,还是更算作其燃料;而大地本身便具有油滑且易于生火的秉性。

§35.7

καὶ γάρ ἐστιν ἡ Βαβυλωνία σφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων, τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπʼ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν.

事实上,巴比伦尼亚极度燥热如火,以致大麦粒往往从地表蹦跳弹跃,仿佛土地因发炎而剧烈搏动;而在酷暑之中,人们甚至睡在灌满水的皮囊之上。

§35.8

Ἅρπαλος δὲ τῆς χώρας ἀπολειφθεὶς ἐπιμελητής καὶ φιλοκαλῶν Ἑλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασίλεια καὶ τοὺς περιπάτους, τῶν μὲν ἄλλων ἐκράτησε, τὸν δὲ κιττὸν οὐκ ἔστεξεν ἡ γῆ μόνον, ἀλλʼ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴν κρᾶσιν ἡ μὲν γὰρ πυρώδης, ὁ δὲ φιλόψυχρος, τῶν μὲν οὖν τοιούτων παρεκβάσεων,3 ἂν μέτρον ἔχωσιν, ἧττον ἴσως οἱ δύσκολοι κατηγορήσουσιν.

哈尔帕罗斯被留作该地区的管理者,他热心于用希腊植物装点王宫与林荫步道,其余作物皆得成活,唯独常春藤,土地无法包容,反而总是将其摧毁,因它忍受不了此地的调候:盖因土地燥热,而常春藤却喜清凉。不过,这类插话若能适度,想必挑剔之人亦不会过于苛责。

语法注3 条
  1. 35.1πρὶν ἢ θιγεῖν τὴν φλόγα

    此处为 πρὶν ἤ 搭配不定式 θιγεῖν 的从属结构。宾格短语 τὴν φλόγα 既可作为不定式的主语(“在火焰触及之前”),亦可作为其宾语(“在[石脑油]触及火焰之前”)。无论何种取向,逻辑上均指在发生物理接触之前即已发生引燃。

  2. 35.4οὐκ ἂν ἔφθασεν ἡ βοήθεια τὴν ἐπινομήν

    此句为与过去事实相反的非真实条件句之主句(归结分句),以 ἄν 搭配直陈式不定过去时 ἔφθασεν,对应于带有直陈式过去时的从句(εἰ δὲ μὴ ... παρῆσαν)。动词 φθάνω 支配宾格 τὴν ἐπινομήν,意为“领先于……”、“抢在……之前”,整句表示救援本不可能赶在火势蔓延之前达到。

  3. 35.8τῶν μὲν οὖν τοιούτων παρεκβάσεων

    受句末动词 κατηγορήσουσιν(谴责、非难)支配的属格。动词 κατηγορέω 通常带人的属格和罪名的宾格,但此处直接以事物本身的属格作为谴责的对象(“对这类插话加以苛责”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:35.1-35.8