← 普鲁塔克

亚历山大大帝传

§32.1-32.7

决战清晨的沉睡与整肃出击

决战清晨,亚历山大沉睡如已胜之将,令诸将震惊;在帕尔梅尼奥告急左翼受创时,他依旧沉着自若,随后穿戴名甲宝刃,换乘布克法洛斯率部出击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἀπελθόντων δὲ τούτων κατακλιθεὶς ὑπὸ σκηνὴν λέγεται τὸ λοιπὸν μέρος τῆς νυκτὸς ὕπνῳ βαθεῖ κρατηθῆναι παρὰ τὸ εἰωθός, ὥστε θαυμάζειν ἐπελθόντας ὄρθρου τοὺς ἡγεμόνας καὶ παρʼ αὑτῶν ἐξενεγκεῖν παράγγελμα πρῶτον ἀριστοποιεῖσθαι τοὺς στρατιώτας ἔπειτα τοῦ καιροῦ κατεπείγοντος εἰσελθόντα Παρμενίωνα καὶ παραστάντα τῇ κλίνῃ δὶς ἢ τρὶς αὐτοῦ φθέγξασθαι τοὔνομα· καὶ διεγερθέντος οὕτως ἐρωτᾶν ὅ τι δὴ πεπονθὼς ὕπνον καθεύδοι1 νενικηκότος, οὐχὶ μέλλοντος ἀγωνιεῖσθαι τὸν μέγιστον τῶν ἀγώνων.

这些人退下之后,他便卧倒在帐中;据说他在夜里的剩余时间里沉睡不醒,非同寻常。因此,拂晓时分前来的将领们十分惊奇,便自行传令让士卒先行进早餐;随后由于战机紧迫,帕尔梅尼奥走入帐内,立于榻旁,接连呼唤他的名字两三声;待他这样醒来后,便问他究竟是怎么回事,竟睡得如同已经获胜之人,而非即将参与最重大决战之人。

§32.2

τὸν γοῦν Ἀλέξανδρον εἰπεῖν διαμειδιάσαντα τί γάρ; οὐκ ἤδη σοι νενικηκέναι δοκοῦμεν ἀπηλλαγμένοι τοῦ πλανᾶσθαι καὶ διώκειν ἐν πολλῇ καὶ κατεφθαρμένῃ φυγομαχοῦντα χώρᾳ, Δαρεῖον; οὐ μόνον δὲ πρὸ τῆς μάχης, ἀλλὰ καὶ παρʼ αὐτὸν τὸν κίνδυνον ἐπεδείξατο μέγαν καὶ συνεστηκότα τῷ λογίζεσθαι καὶ θαρρεῖν ἑαυτόν.2

亚历山大莞尔一笑,据说回答道: “怎么?难道你不觉得我们已经取胜了吗?如今我们已不再需要在辽阔荒废的土地上流徙辗转,去追逐避战逃窜的大流士了。” 不仅在战前,即便在危险关头,他也展现出依靠理智与胆识而使自身保持崇高与沉着的风范。

§32.3

ἔσχε γὰρ ὁ ἀγὼν ὑποτροπὴν καὶ σάλον ἐν τῷ εὐωνύμῳ κέρατι κατὰ Παρμενίωνα, τῆς Βακτριανῆς ἵππου ῥόθῳ πολλῷ καὶ μετὰ βίας παρεμπεσούσης εἰς τοὺς Μακεδόνας, Μαζαίου δὲ περιπέμψαντος ἔξω τῆς φάλαγγος ἱππεῖς τοῖς σκευοφυλακοῦσι προσβαλοῦντας. διὸ καὶ θορυβούμενος ὑπʼ ἀμφοτέρων ὁ Παρμενίων ἀπέστειλε πρὸς Ἀλέξανδρον ἀγγέλους φράζοντας οἴχεσθαι τὸν χάρακα καὶ τὰς ἀποσκευάς, εἰ μὴ κατὰ τάχος βοήθειαν ὀχυρὰν ἀπὸ τοῦ στόματος πέμψειε τοῖς ὄπισθεν.

因为在帕尔梅尼奥所统领的左翼,战局出现了逆转和动荡:巴克特里亚骑兵以汹涌之势与强力猛冲马其顿人,马扎埃乌斯又派遣骑兵绕出方阵外侧去袭击守卫辎重的人员。帕尔梅尼奥两面受制,惊慌之下派遣信使回报亚历山大,声称除非他迅速从前线向后方派出强援,否则营寨与辎重便将化为乌有。

§32.4

ἔτυχε μὲν οὖν κατʼ ἐκεῖνο καιροῦ τοῖς περὶ αὐτὸν ἐφόδου διδοὺς σημεῖον ὡς δὲ ἤκουσε τὰ παρὰ τοῦ Παρμενίωνος, οὐκ ἔφη σωφρονεῖν αὐτὸν οὐδὲ ἐντὸς εἶναι τῶν λογισμῶν, ἀλλʼ ἐπιλελῆσθαι ταραττόμενον ὅτι νικῶντες μὲν προσκτήσονται καὶ τὰ τῶν πολεμίων, ἡττωμένοις δὲ φροντιστέον οὐ χρημάτων οὐδὲ ἀνδραπόδων, ἀλλʼ ὅπως ἀποθανοῦνται καλῶς καὶ λαμπρῶς ἀγωνιζόμενοι.

当时亚历山大恰好正向身边的人发出进攻的信号;但听完帕尔梅尼奥的传话后,他宣称帕尔梅尼奥已经失去理智、神志不清,竟在惊慌中忘记了:若能取胜,敌人的财物也将归他们所有;若是战败,便不该考虑财物或奴隶,而应考虑如何战斗到底、壮烈而光荣地牺牲。

§32.5

ταῦτα ἐπιστείλας Παρμενίωνι τὸ κράνος περιέθετο, τὸν δὲ ἄλλον ὁπλισμόν εὐθὺς ἀπὸ σκηνῆς εἶχεν, ὑπένδυμα τῶν Σικελικῶν ζωστόν, ἐπὶ δὲ τούτῳ θώρακα διπλοῦν λινοῦν ἐκ τῶν ληφθέντων ἐν Ἰσσῷ. τὸ δὲ κράνος ἦν μὲν σιδηροῦν, ἔστιλβε δὲ ὥσπερ ἄργυρος καθαρός, ἔργον Θεοφίλου, συνήρμοστο δὲ αὐτῷ περιτραχήλιον ὁμοίως σιδηροῦν λιθοκόλλητον·

将这些话回复给帕尔梅尼奥后,他戴上了头盔。其余铠甲他自出营帐起便已穿戴整齐:一件西西里式的束带内袍,其上套着一件在伊苏斯缴获的双层亚麻胸甲。头盔虽是铁制的,却明亮得如同纯银一般,出自泰奥菲罗斯之手;与头盔相连的是一副同样的镶宝铁制护颈。

§32.6

μάχαιραν δὲ θαυμαστὴν βαφῇ καὶ κουφότητι, δωρησαμένου τοῦ Κιτιέων βασιλέως, εἶχεν, ἠσκημένος τὰ πολλὰ χρῆσθαι μαχαίρᾳ παρὰ τὰς μάχας. ἐπιπόρπωμα δὲ ἐφόρει τῇ μὲν ἐργασίᾳ σοβαρώτερον ἢ κατὰ τὸν ἄλλον ὁπλισμόν ἦν γὰρ ἔργον Ἑλικῶνος τοῦ παλαιοῦ, τιμὴ δὲ τῆς Ῥοδίων πόλεως, ὑφʼ ἧς ἐδόθη δῶρον· ἐχρῆτο δὲ καὶ τούτῳ πρὸς τοὺς ἀγῶνας.

他还佩有一柄以淬火精良与轻巧著称的短剑,乃是基提翁国王所赠;他在战阵中习惯于大多使用短剑。他还披着一件用搭扣固定的斗篷,其做工比其他甲胄更为华丽:因为那是古人赫利孔的杰作,是罗得人城邦赠予他的致敬之礼;他在交战时亦穿着此物。

§32.7

ἄχρι μὲν οὖν συντάττων τι τῆς φάλαγγος ἢ παρακελευόμενος ἢ διδάσκων ἢ ἐφορῶν παρεξήλαυνεν, ἄλλον ἵππον εἶχε, τοῦ Βουκεφάλα φειδόμενος ἤδη παρήλικος ὄντος χωροῦντι δὲ πρὸς ἔργον ἐκεῖνος προσήγετο,3 καὶ μεταβὰς εὐθὺς ἦρχεν ἐφόδου.

因此,只要他还在骑马巡行,或整饬方阵的某一处,或激励士气,或进行指点,或巡视检阅,他都骑乘另一匹马,以节省年事已高的布克法洛斯;但当他走向实战之时,布克法洛斯便被牵来,他换骑上去,随即率先发起冲锋。

语法注3 条
  1. 32.1ὅ τι δὴ πεπονθὼς ὕπνον καθεύδοι

    间接疑问句中的斜体祈愿语气(καθεύδοι),用以呼应主句的过去时制。该结构改编了惯用语 τί παθών;(“究竟出了何事导致……”、“因何故……”),疑问代词换为间接疑问词 ὅ τι,并带有同源宾格 ὕπνον(即 ὕπνον καθεύδειν“睡某种睡眠”)。

  2. 32.2συνεστηκότα τῷ λογίζεσθαι καὶ θαρρεῖν ἑαυτόν

    形容词 μέγαν 与主动态完成时分词 συνεστηκότα 并列,作为动词 ἐπεδείξατο 的宾语 ἑαυτόν 的宾语补足语。συνίστημι 的完成时分词在此意为“坚定沉着的”、“泰然自若的”,带冠词不定词与格 τῷ λογίζεσθαι καὶ θαρρεῖν(凭借理智与勇气)表示手段或领域。

  3. 32.7χωροῦντι δὲ πρὸς ἔργον ἐκεῖνος προσήγετο,

    现在时分词 χωροῦντι 为省略了人称代词(αὐτῷ)的关系与格,指代亚历山大:当他走向实战交锋(πρὸς ἔργον)之时,布克法洛斯(ἐκεῖνος)便被牵引至他跟前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:32.1-32.7