← 普鲁塔克

亚历山大大帝传

§31.1-31.8

搞加米拉对阵与拒绝夜袭提议

亚历山大征服幼发拉底河以西后,与大流士在搞加米拉对峙;面对老将帕尔梅尼奥等人夜袭的提议,亚历山大以“我不偷取胜利”拒绝,决意进行正面的白昼决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

Ἀλέξανδρος δὲ τὴν ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ὑφʼ ἑαυτῷ ποιησάμενος ἤλαυνεν ἐπὶ Δαρεῖον ἑκατὸν μυριάσι στρατοῦ καταβαίνοντα. καί τις αὐτῷ φράζει τῶν ἑταίρων, ὡς δὴ γέλωτος ἄξιον πρᾶγμα, τοὺς ἀκολούθους παίζοντας εἰς δύο μέρη διῃρηκέναι σφᾶς αὐτούς, ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸν μὲν Ἀλέξανδρον, τὸν δὲ Δαρεῖον ὑπʼ αὐτῶν προσαγορευόμενον·1 ἀρξαμένους δὲ βώλοις ἀκροβολίζεσθαι πρὸς ἀλλήλους, εἶτα πυγμαῖς, τέλος ἐκκεκαῦσθαι τῇ φιλονεικίᾳ καὶ μέχρι λίθων καὶ ξύλων, πολλοὺς καὶ δυσκαταπαύστους γεγονότας. ταῦτα ἀκούσας ἐκέλευσεν αὐτοὺς μονομαχῆσαι τοὺς ἡγεμόνας καὶ τὸν μὲν Ἀλέξανδρον αὐτὸς ὥπλισε, τὸν δὲ Δαρεῖον Φιλώτας, ἐθεᾶτο δὲ ὁ στρατός, ἐν οἰωνῷ τινι τοῦ μέλλοντος τιθέμενος τὸ γιγνόμενον. ἰσχυρᾶς δὲ τῆς μάχης γενομένης ἐνίκησεν ὁ καλούμενος Ἀλέξανδρος, καὶ δωρεὰν ἔλαβε δώδεκα κώμας καὶ στολῇ Περσικῇ χρῆσθαι. ταῦτα μὲν οὖν Ἐρατοσθένης ἱστόρηκε.

亚历山大将幼发拉底河以西的全境纳入麾下后,便向统领百万大军迎面而来的大流士进军。这时,一位伙伴向他报告了一件着实可笑之事:随军仆役在嬉闹中将自身分作两派,每一派都立有将领和首领,分别被他们称为亚历山大和大流士;他们起初互相投掷泥块进行小规模交锋,接着施展拳击,最后因争胜之心而情绪激化,以至于动用了石头和木棒,人数众多且难以制止。亚历山大听闻此事后,命这两名首领亲自进行一对一单挑;亚历山大亲自为化名亚历山大者披甲,菲罗塔斯则为大流士披甲。全军在旁观战,视此事的发生为关于未来的某种征兆。经过一番激战,被称为亚历山大的一方获胜,并获得十二座村庄以及穿戴波斯服饰作为赏赐。这些事情便是埃拉托斯特尼所记述的。

§31.3

τὴν δὲ μεγάλην μάχην πρὸς Δαρεῖον οὐκ ἐν Ἀρβήλοις, ὥσπερ οἱ πολλοὶ γράφουσιν, ἀλλὰ ἐν Γαυγαμήλοις γενέσθαι συνέπεσε, σημαίνειν δέ φασιν οἶκον καμήλου τὴν διάλεκτον, ἐπεὶ τῶν πάλαι τις βασιλέων ἐκφυγὼν πολεμίους ἐπὶ καμήλου δρομάδος ἐνταῦθα καθίδρυσεν αὐτήν, ἀποτάξας τινὰς κώμας καὶ προσόδους εἰς τὴν ἐπιμέλειαν.

与大流士之间的大决战并非如多数人所写的那样发生在阿尔贝拉,而是发生在高加米拉,据说当地语中意为“骆驼之室”,因为古代的一位国王曾骑乘一头快步骆驼逃脱敌手,便将其安置于此,划拨若干村庄与岁入供其照料。

§31.4

ἡ μὲν οὖν σελήνη τοῦ Βοηδρομιῶνος ἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθήνησιν ἀρχήν, ἑνδεκάτῃ δὲ ἀπὸ τῆς ἐκλείψεως νυκτὶ τῶν στρατοπέδων ἐν ὄψει γεγονότων, Δαρεῖος μὲν ἐν ὅπλοις συνεῖχε τὴν δύναμιν, ὑπὸ λαμπάδων ἐπιπορευόμενος τὰς τάξεις, Ἀλέξανδρος δὲ τῶν Μακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ τῆς σκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρου διέτριβεν, ἱερουργίας τινὰς ἀπορρήτους ἱερουργούμενος καὶ τῷ Φόβῳ σφαγιαζόμενος.

波德罗米翁月的月食发生在雅典秘仪开幕前后;在月食后的第十一夜,两军互相进入了视野。大流士在火把照耀下巡视队列,使军队处于全副武装的戒备状态;而当马其顿将士休憩之时,亚历山大自己则与预言家阿里斯坦德罗斯在营帐前度过,举行若干隐秘的祭祀,并向恐惧之神献祭。

§31.5

οἱ δὲ πρεσβύτεροι τῶν ἑταίρων, καὶ μάλιστα Παρμενίων, ὡς τὸ μὲν πεδίον τὸ μεταξὺ τοῦ Νιφάτου καὶ τῶν ὀρῶν τῶν Γορδυαίων ἅπαν ἑωρᾶτο καταλαμπόμενον τοῖς βαρβαρικοῖς φέγγεσιν, ἀτέκμαρτος δέ τις φωνὴ συμμεμιγμένη καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου καθάπερ ἐξ ἀχανοῦς προσήχει πελάγους, θαυμάσαντες τὸ πλῆθος καὶ πρὸς ἀλλήλους διαλεχθέντες ὡς μέγα καὶ χαλεπὸν ἔργον εἴη συμπεσόντας ἐκ προφανοῦς τοσοῦτον ὤσασθαι πόλεμον, ἀπὸ τῶν ἱερῶν γενομένῳ τῷ βασιλεῖ προσελθόντες2 ἔπειθον αὐτὸν ἐπιχειρῆσαι νύκτωρ τοῖς πολεμίοις καὶ τῷ σκότῳ τὸ φοβερώτατον συγκαλύψαι τοῦ μέλλοντος ἀγῶνος.

伙伴中的年长者,尤其是帕尔梅尼奥,当他们看到尼法特斯山与戈尔杜埃亚山脉之间的整片平原都被蛮族的火光照亮,营地中传出难以辨别的混杂声浪与喧嚣,宛如自无垠的大海涌来时,对这庞大的人数惊叹不已,彼此商议道:公然迎战并击退如此巨大的敌军,必将是何等艰巨宏大的壮举;他们来到刚结束献祭的国王面前,劝他夜间突袭敌人,用黑暗掩盖即将来临的决战中最令人恐惧的景象。

§31.7

ὁ δὲ τὸ μνημονευόμενον εἰπὼν, οὐ κλέπτω τὴν νίκην, ἐνίοις μὲν ἔδοξε μειρακιώδη καὶ κενὴν ἀπόκρισιν πεποιῆσθαι, παίζων πρὸς τοσοῦτον κίνδυνον, ἐνίοις δὲ καὶ τῷ παρόντι θαρρεῖν καὶ στοχάζεσθαι τοῦ μέλλοντος ὀρθῶς, μὴ διδοὺς πρόφασιν ἡττηθέντι Δαρείῳ πρὸς ἄλλην αὖθις ἀναθαρρῆσαι πεῖραν, αἰτιωμένῳ τούτων νύκτα καὶ σκότος, ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων.3

然而,亚历山大说出了那句广为传颂的名言: “我不偷取胜利。” 对某些人来说,他面对如此重大的危险却开着玩笑,似乎作出了稚气而虚妄的回答;但对另一些人而言,他既勇于面对当下,又准确地着眼于未来,不给战败后的大流士提供借口再次鼓起勇气作新的尝试——以免他将此次败绩归咎于黑夜与幽暗,就像将先前的〔败绩〕归咎于山峦、峡谷与海洋一样。

§31.8

οὐ γὰρ ὅπλων οὐδὲ σωμάτων ἀπορίᾳ παύσεσθαι πολεμοῦντα Δαρεῖον ἀπὸ τηλικαύτης δυνάμεως καὶ χώρας τοσαύτης, ἀλλʼ ὅταν ἀφῇ τὸ φρόνημα καὶ τὴν ἐλπίδα, διʼ ἐμφανοῦς ἥττης κατὰ κράτος ἐξελεγχθείς.

因为大流士依托如此庞大的势力和如此辽阔的疆土,绝不会因匮乏武器或人手而停止交战,只有当他在公开的彻底溃败中被以强力击破,放弃其骄矜与希望之时,才会罢手。

语法注3 条
  1. 31.1ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸν μὲν Ἀλέξανδρον, τὸν δὲ Δαρεῖον ὑπʼ αὐτῶν προσαγορευόμενον·

    接在由 φράζει 引出的间接引语(宾格加不定词 διῃρηκέναι)之后的关系从句结构。关系代词 ὧν 指代上文的两派(δύο μέρη);在从句中,受间接引语同化影响而继续使用不定词 εἶναι,其表语为宾格的 στρατηγὸν καὶ ἡγεμόνα,其后的分词短语 τὸν μὲν... τὸν δὲ... προσαγορευόμενον 作为同位成分修饰之。

  2. 31.6ἀπὸ τῶν ἱερῶν γενομένῳ τῷ βασιλεῖ προσελθόντες

    短语 ἀπὸ τῶν ἱερῶν γίγνεσθαι 为习语,意为“刚完成祭仪/离开祭坛”。与格 τῷ βασιλεῖ 作复合动词 προσελθόντες 的宾语,分词 γενομένῳ 与之性数格一致,修饰国王刚完成献祭的状态。

  3. 31.7αἰτιωμένῳ τούτων νύκτα καὶ σκότος, ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων.

    分词 αἰτιωμένῳ 支配所归咎的事物之宾格(νύκτα καὶ σκότος)与罪由之属格(τούτων,“为此次败局”)。其后的 ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων 属于紧凑的省略结构,承前省去了 αἰτιασαμένῳ,宾格 ὄρη καὶ στενὰ καὶ θάλασσαν 作为借口,属格 τῶν προτέρων(即先前各次败局)作为原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:31.1-31.8