- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:30.1-30.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大流士的妻子斯塔泰拉去世后,亚历山大深感悲痛并予以隆重安葬;大流士闻讯后一度心生疑窦,但在听宦官述说亚历山大的高尚克制后大受震动,遂向神明祈祷。
ταχὺ μέντοι μετεμελήθη τῆς Δαρείου γυναικὸς ἀποθανούσης ἐν ὠδῖσι καὶ φανερὸς ἦν ἀνιώμενος ὡς ἐπίδειξιν οὐ μικρὰν ἀφῃρημένος χρηστότητος.1 ἔθαψεν οὖν τὴν ἄνθρωπον οὐδεμιᾶς πολυτελείας φειδόμενος, τῶν δὲ θαλαμηπόλων τις εὐνούχων, οἳ συνεαλώκεισαν ταῖς γυναιξίν, ἀποδρὰς ἐκ τοῦ στρατοπέδου καὶ πρὸς Δαρεῖον ἀφιππασάμενος, Τείρεως ὄνομα, φράζει τὸν θάνατον αὐτῷ τῆς γυναικός.
然而,在得知大流士的妻子因难产去世后,他很快感到悔恨,并且显露出极大的痛苦,仿佛被夺去了一个展现自己仁德的极佳机会。于是他为这位妇人举行了葬礼,未曾吝惜任何奢华。而与女眷们一同被俘的寝宫宦官中,有一位名叫泰留斯的,从营地逃出,骑马奔往大流士处,向他报告了其妻子的死讯。
ὡς δὲ πληξάμενος τὴν κεφαλὴν καὶ ἀνακλαύσας φεῦ τοῦ Περσῶν ἔφη δαίμονος, εἰ τὴν βασιλέως γυναῖκα καὶ ἀδελφὴν οὐ μόνον αἰχμάλωτον γενέσθαι ζῶσαν, ἀλλὰ καὶ τελευτήσασαν ἄμοιρον κεῖσθαι ταφῆς βασιλικῆς ὑπολαβὼν ὁ θαλαμηπόλος, ἀλλὰ ταφῆς γε χάριν εἶπεν, ὦ βασιλεῦ, καὶ τιμῆς ἁπάσης καὶ τοῦ πρέποντος οὐδὲν ἔχεις αἰτιάσασθαι τὸν πονηρὸν δαίμονα Περσῶν.
大流士捶打自己的头部,痛哭着说道: “悲夫!波斯人的命运,国王的妻子兼妹妹不仅在活着的时候沦为俘虏,死后竟也无法享有王室的安葬!” 寝室侍从接过话头说道: “不,国王啊,论及安葬、一切荣誉以及合宜的礼遇,您绝无理由责难波斯人不祥的命运。
οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.
因为无论是女主人斯塔泰拉生前,还是您的母亲与子女,除了未能得见您的光辉——主宰奥罗马斯德斯必将使其再度辉煌地闪耀——过去的福祉和尊荣无一缺失;而她离世之后,亦未欠缺任何装殓之礼,反而蒙受了敌人的眼泪以为敬意。因为亚历山大在取胜之后是如此仁慈,正如他在交锋时是如此可怕。”
ταῦτα ἀκούσαντα Δαρεῖον ἡ ταραχὴ καὶ τὸ πάθος ἐξέφερε πρὸς ὑποψίας ἀτόπους· καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆς σκηνῆς ἀπαγαγών, εἰ μὴ καὶ σὺ μετὰ τῆς Περσῶν, ἔφη, τύχης μακεδονίζεις, ἀλλʼ ἔτι σοι δεσπότης ἐγὼ Δαρεῖος, εἰπέ μοι σεβόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰν βασίλειον, ἄρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν,2 οἰκτρότερα δὲ ζώσης ἐπάσχομεν, καὶ μᾶλλον ἂν κατʼ ἀξίαν ἐδυστυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ περιπεσόντες ἐχθρῷ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳ πρὸς ἐχθροῦ γυναῖκα μέχρι τιμῆς τοσαύτης συμβόλαιον;
听闻这番话,大流士心绪大乱,悲情驱使他产生了非同寻常的猜疑;他将宦官带至帐篷的更深处,说道: “除非你也伴随着波斯人的厄运而倒向了马其顿人,不再视我大流士为主人,否则请你敬畏米特拉的大光与王家的右手,告诉我:难道我所哭泣的不过是斯塔泰拉最小的不幸,而她在活着的时候我们却遭受了更可怜的遭遇,并且如果我们落在残暴冷酷的敌人手中,不幸岂不是更合常理?因为一个年轻男子对敌人的妻子,究竟能有何种体面的往来,以至于施予如此之高的礼遇?”
ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς πόδας Τείρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν καὶ μήτε Ἀλέξανδρον ἀδικεῖν μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχῦναι, μήτε αὑτοῦ τὴν μεγίστην ὧν ἔπταικεν ἀφαιρεῖσθαι παραμυθίαν, τὸ δοκεῖν ὑπʼ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν,3 ἀλλὰ καὶ θαυμάζειν Ἀλέξανδρον ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον.
在大流士还在诉说之际,泰留斯便拜伏在他的脚下,恳求他休发不祥之言,切莫既委屈了亚历山大,又羞辱了已故的妹妹兼妻子,更不要剥夺自己面对挫折时最大的安慰——即自认被一位超越凡人本性的卓越男子所击败,反而应当赞叹亚历山大,因他对待波斯妇女所展现的自制,更胜于他对阵波斯人所展现的英勇。
ἅμα δὲ ὅρκους τε φρικώδεις τοῦ θαλαμηπόλου κινοῦντος ὑπὲρ τούτων, καὶ περὶ τῆς ἄλλης ἐγκρατείας καὶ μεγαλοψυχίας τῆς Ἀλεξάνδρου λέγοντος, ἐξελθὼν πρὸς τοὺς ἑταίρους ὁ Δαρεῖος καὶ χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανόν ἐπεύξατο· θεοὶ γενέθλιοι καὶ βασίλειοι, μάλιστα μὲν ἐμοὶ διδοίητε τὴν Περσῶν τύχην εἰς ὀρθὸν αὖθις σταθεῖσαν ἐφʼ οἷς ἐδεξάμην ἀγαθοῖς ἀπολιπεῖν, ἵνα κρατήσας ἀμείψωμαι τὰς Ἀλεξάνδρου χάριτας ὧν εἰς τὰ φίλτατα πταίσας ἔτυχον·
同时,随着这位侍从就这些事情发下令人惊悚的誓言,并讲述亚历山大其余的克制与气度,大流士走出来面对同僚们,向着天空举起双手祈祷道: “列祖列宗与王室的诸神啊,最好能赐我将波斯人的命运再度扶正,并在我领受这些福祉的原状下将其遗留,以便在获胜之后,能报答亚历山大在我遭遇挫败时对我至亲之人的恩惠; 但若注定波斯大业告终的这一命定时刻终究来临,理应归于神罚与变迁,那么除了亚历山大之外,任何人都不得坐上居鲁士的宝座。”
εἰ δʼ ἄρα τις οὗτος εἱμαρτὸς ἥκει χρόνος, ὀφειλόμενος νεμέσει καὶ μεταβολῇ, παύσασθαι τὰ Περσῶν, μηδεὶς ἄλλος ἀνθρώπων καθίσειεν εἰς τὸν Κύρου θρόνον πλὴν Ἀλεξάνδρου ταῦτα μὲν οὕτω γενέσθαι τε καὶ λεχθῆναί φασιν οἱ πλεῖστοι τῶν συγγραφέων.
大多数历史学家都记述说,这些事情就是如此发生与被言说的。
- 30.1ὡς ἐπίδειξιν οὐ μικρὰν ἀφῃρημένος χρηστότητος
动词 ἀφαιρέω 在主动语态中支配人与物的双重宾格;因此在被动态完成时分词 ἀφῃρημένος 结构中,代表事物的宾格(ἐπίδειξιν)被保留。连词 ὡς 与分词连用,表示主语(亚历山大)的主观看法或感受(“仿佛被剥夺了……”)。
- 30.4ἄρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν
从语法上说,ἄρα μή 引导预期得到否定回答的疑问句,但在充满焦虑或猜疑的语境中,它表达了一种忧虑和犹豫的怀疑态度(“难道我不是……?”)。动词 κλαίω 既可看作现在直陈式,亦可看作表忧虑存疑的现在虚拟式。
- 30.5τὸ δοκεῖν ὑπʼ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν
带冠词的不定式短语 τὸ δοκεῖν ... 与前文的 τὴν μεγίστην ... παραμυθίαν(最大的安慰)构成同位语关系。短语中的 κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν 运用了比较级后接 ἤ 及 κατά 加宾格的句式,表示超出某种常理或限度(“超越人类本性般卓越的”)。
