- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:29.1-29.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大返回腓尼基后举办盛大的祭典与戏剧竞赛,对受挫的宠幸演员色萨鲁斯及其他艺人展现宽宏。随后他断然拒绝大流士的求和提议,要求其投降否则即刻发兵。
εἰς δὲ Φοινίκην ἐπανελθὼν ἐξ Αἰγύπτου θυσίας τοῖς θεοῖς καὶ πομπὰς ἐπετέλει καὶ χορῶν κυκλίων καὶ τραγικῶν ἀγῶνας, οὐ μόνον ταῖς παρασκευαῖς, ἀλλὰ καὶ ταῖς ἁμίλλαις λαμπροὺς γενομένους, ἐχορήγουν γὰρ οἱ βασιλεῖς τῶν Κυπρίων, ὥσπερ Ἀθήνησιν οἱ κληρούμενοι τὰς φυλάς,1 καὶ ἠγωνίζοντο θαυμαστῇ φιλοτιμίᾳ πρὸς ἀλλήλους, μάλιστα δὲ Νικοκρέων ὁ Σαλαμίνιος καὶ Πασικράτης ὁ Σόλιος διεφιλονείκησαν.
从埃及返回腓尼基后,他向诸神举行了祭祀和游行,并举办了环形歌舞和悲剧竞赛;这些竞赛不仅在排场上,而且在竞争上也极为辉煌。因为塞浦路斯的诸王担任了歌队赞助人,就像在雅典抽签分得部族的人一样,他们以惊人的好胜心彼此竞争,尤其是萨拉米斯的尼科克利翁与索利的帕西克拉泰斯争夺得最为激烈。
οὗτοι γὰρ ἔλαχον τοῖς ἐνδοξοτάτοις ὑποκριταῖς χορηγεῖν, Πασικράτης μὲν Ἀθηνοδώρῳ, Νικοκρέων δὲ Θεσσαλῷ, περὶ ὃν ἐσπουδάκει καὶ αὐτὸς Ἀλέξανδρος, οὐ μὴν διέφηνε τὴν σπουδὴν πρότερον ἢ ταῖς ψήφοις ἀναγορευθῆναι νικῶντα τὸν Ἀθηνόδωρον. τότε δέ, ὡς ἔοικεν, ἀπιὼν ἔφη τοὺς μὲν κριτὰς ἐπαινεῖν, αὐτὸς μέντοι μέρος ἂν ἡδέως προέσθαι τῆς βασιλείας ἐπὶ τῷ μὴ Θεσσαλὸν ἰδεῖν νενικημένον.2
原来,他们抽签负责赞助最有名望的演员,帕西克拉泰斯抽中了雅典诺多鲁斯,尼科克利翁则抽中了色萨鲁斯——亚历山大本人也对色萨鲁斯十分热心,但他直到雅典诺多鲁斯经投票被宣告获胜之前,并未表露这种热心。据说,当时他在离场时表示,他赞扬评判员,但若能不看到色萨鲁斯落败,他自己倒很乐意让出自己王国的一部分。
ἐπεὶ δὲ Ἀθηνόδωρος ὑπὸ τῶν Ἀθηναίων ζημιωθείς, ὅτι πρὸς τὸν ἀγῶνα τῶν Διονυσίων οὐκ ἀπήντησεν, ἠξίου γράψαι περὶ αὐτοῦ τὸν βασιλέα, τοῦτο μὲν οὐκ ἐποίησε, τὴν δὲ ζημίαν ἀπέστειλε παρʼ ἑαυτοῦ. Λύκωνος δὲ τοῦ Σκαρφέως εὐημεροῦντος ἐν τῷ θεάτρῳ καὶ στίχον εἰς τὴν κωμῳδίαν ἐμβαλόντος αἴτησιν περιέχοντα δέκα ταλάντων, γελάσας ἔδωκε.
后来,雅典诺多鲁斯因未参加狄奥尼索斯节的竞赛而被雅典人处以罚金,便请求国王为自己去信,亚历山大没有写信,却自掏腰包替他寄去了罚款。斯卡菲亚的吕孔在剧场中大受欢迎,并在喜剧里插入了一句诗,其中包含索要十塔兰同的请求,亚历山大笑着赐予了他。
Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸς αὐτὸν καὶ φίλους δεομένους3 μύρια μὲν ὑπὲρ τῶν ἑαλωκότων λαβεῖν τάλαντα, τὴν δὲ ἐντὸς Εὐφράτου πᾶσαν ἔχοντα καὶ γήμαντα μίαν τῶν θυγατέρων φίλον εἶναι καὶ σύμμαχον, ἐκοινοῦτο τοῖς ἑταίροις καὶ Παρμενίωνος εἰπόντος ἐγὼ μὲν, εἰ Ἀλέξανδρος ἤμην, ἔλαβον ἂν ταῦτα, κἀγὼ, νὴ Δία, εἶπεν ὁ Ἀλέξανδρος, εἰ Παρμενίων πρὸς δὲ τὸν Δαρεῖον ἔγραψεν, ὡς οὐδενὸς ἀτυχήσει τῶν φιλανθρώπων ἐλθὼν πρὸς αὐτόν, εἰ δὲ μή, αὐτὸς ἐπʼ ἐκεῖνον ἤδη πορεύεσθαι.4
在大流士给他送来书信和求和的友人,恳求他为俘虏收取一万塔兰同,领有幼发拉底河以西的全部土地,并迎娶其一位女儿,成为友人与盟友时,他向同僚们通报了此事。帕尔梅尼翁说: “如果我是亚历山大,我就会接受这些条件。” 亚历山大说: “凭宙斯起誓,如果我是帕尔梅尼翁,我也一样。” 他对大流士复信说,如果来到自己这里,绝不会得不到任何宽厚的礼遇;若非如此,亚历山大自己便要立刻向他进军了。
- 29.1οἱ κληρούμενοι τὰς φυλάς
中动态分词 κληρούμενοι 带有宾格宾语 τὰς φυλάς,意为“抽签分得各部族(歌队)的人”,借喻雅典由各部族推选或抽签承担歌队赞助人(choregos)的惯例。
- 29.2μέρος ἂν ἡδέως προέσθαι τῆς βασιλείας ἐπὶ τῷ μὴ Θεσσαλὸν ἰδεῖν νενικημένον
间接引语中带有 ἄν 的不定式(προέσθαι)代表直陈法过去时加 ἄν(非真实条件)或祈愿法加 ἄν(潜在),意为“乐意让出自己王国的一部分”。介词短语 ἐπὶ τῷ 接带冠词不定式(ἐπὶ τῷ μὴ ... ἰδεῖν)表示条件或前提(“只要能不看见色萨鲁斯落败”)。
- 29.4Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸς αὐτὸν καὶ φίλους δεομένους
在独立属格 Δαρείου πέμψαντος 中,分词 πέμψαντος 同时统辖两个宾格直接宾语:ἐπιστολὴν 和 φίλους δεομένους(“送来书信和求和的友人/使者”)。分词 δεομένους 引出不定式 λαβεῖν 和 εἶναι,表示使者们恳求的内容。
- 29.4ὡς οὐδενὸς ἀτυχήσει τῶν φιλανθρώπων ἐλθὼν πρὸς αὐτόν, εἰ δὲ μή, αὐτὸς ἐπʼ ἐκεῖνον ἤδη πορεύεσθαι
在依赖 ἔγραψεν 的间接引语中,前半句使用了 ὡς 加直陈式将来时(ἀτυχήσει),而后半句(εἰ δὲ μή 之后)则转变为不定式结构(πορεύεσθαι);不定式的逻辑主语采用主格 αὐτός,表明其与主句主语(亚历山大)相同。
