- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了亚历山大的显赫世系及其父母腓力与奥林匹亚丝的联姻,随之讲述了预兆其出生的雷火与狮纹印章之梦,以及大蛇的现身和奥林匹亚丝狂热的狄奥尼索斯祭仪。
Ἀλέξανδρος ὅτι1 τῷ γένει πρὸς πατρὸς μὲν ἦν Ἡρακλείδης ἀπὸ Καράνου, πρὸς δὲ μητρὸς Αἰακίδης ἀπὸ Νεοπτολέμου, τῶν πάνυ πεπιστευμένων ἐστί. λέγεται δέ Φίλιππος ἐν θρᾴκῃ τῇ Ὀλυμπιάδι συμμυηθείς αὐτός τε μειράκιον ὢν ἔτι κἀκείνης παιδὸς ὀρφανῆς γονέων ἐρασθῆναι καὶ τὸν γάμον οὕτως ἁρμόσαι, πείσας τὸν ἀδελφὸν αὐτῆς Ἀρύμβαν.
亚历山大按出身而言,父系通过卡拉努斯为赫拉克勒斯后裔,母系通过涅奥普托勒摩斯为埃阿科斯后裔,这属于公认确凿无疑的事情。据说,腓力在萨莫色雷斯与奥林匹亚丝一同入会秘仪时,自己尚且年轻,而她也还是失去父母的孤女,腓力爱上了她,并在说服了她的兄长阿律姆巴斯之后,就这样定下了婚约。
ἡ μὲν οὖν νύμφη, πρὸ τῆς νυκτός ᾗ συνείρχθησαν εἰς τὸν θάλαμον, ἔδοξε βροντῆς γενομένης ἐμπεσεῖν2 αὐτῆς τῇ γαστρὶ κεραυνόν, ἐκ δὲ τῆς πληγῆς πολὺ πῦρ ἀναφθέν, εἶτα ῥηγνύμενον εἰς φλόγας πάντῃ φερομένας διαλυθῆναι. ὁ δὲ Φίλιππος ὑστέρῳ χρόνῳ μετὰ τὸν γάμον εἶδεν ὄναρ αὑτὸν ἐπιβάλλοντα σφραγῖδα τῇ γαστρὶ τῆς γυναικός· ἡ δὲ γλυφὴ τῆς σφραγῖδος, ὡς ᾤετο, λέοντος εἶχεν εἰκόνα.
新娘在他们二人一同被关入洞房的那夜之前,梦见在雷声响起之时,一道霹雳落入她的子宫,从那一击中燃起烈火,随后裂成四散纷飞的火焰而消逝。另一方面,腓力在婚后较晚的时候,梦见自己往妻子的子宫上加盖了一枚印章;正如他所认为的那样,那枚印章上的雕纹呈现出一只狮子的形象。
τῶν δὲ ἄλλων μάντεων ὑφορωμένων τὴν ὄψιν, ὡς ἀκριβεστέρας φυλακῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸν γάμον,3 Ἀρίστανδρος ὁ Τελμησσεὺς κύειν ἔφη τὴν ἄνθρωπον, οὐθὲν γὰρ ἀποσφραγίζεσθαι τῶν κενῶν, καὶ κύειν παῖδα θυμοειδῆ καὶ λεοντώδη τὴν φύσιν.
当其他占卜者以疑虑的眼光看待这幅景象,认为腓力的婚姻境况需要更加严密的防范时,泰尔梅索斯的阿里斯坦德罗斯却说那女人已经有孕——因为凡空虚之物皆不封印——并且怀着一个性情激昂、天生勇武如狮的男儿。
ὤφθη δέ ποτε καὶ δράκων κοιμωμένης τῆς Ὀλυμπιάδος παρεκτεταμένος τῷ σώματι· καὶ τοῦτο μάλιστα τοῦ Φιλίππου τὸν ἔρωτα καὶ τὰς φιλοφροσύνας ἀμαυρῶσαι λέγουσιν, ὡς μηδὲ φοιτᾶν ἔτι πολλάκις παρʼ αὐτὴν ἀναπαυσόμενον, εἴτε δείσαντά τινας μαγείας ἐπʼ αὐτῷ καὶ φάρμακα τῆς γυναικός, εἴτε τὴν ὁμιλίαν ὡς κρείττονι συνούσης ἀφοσιούμενον.4
又有一回,有人看见一条大蛇在奥林匹亚丝沉睡时贴卧在她的身旁;据说正是这一幕最严重地熄灭了腓力的爱恋与亲昵之意,以至于他不再经常前去她身旁安歇,或是因为他害怕那女人对他施行某种妖术和药害,或是因为他认为她与更尊贵的存在交往而出于敬畏避开这种亲近。
ἕτερος δὲ περὶ τούτων ἐστὶ λόγος, ὡς πᾶσαι μὲν αἱ τῇδε γυναῖκες ἔνοχοι τοῖς Ὀρφικοῖς οὖσαι καὶ τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ἐκ τοῦ πάνυ παλαιοῦ, Κλώδωνές τε καὶ Μιμαλλόνες ἐπωνυμίαν ἔχουσαι, πολλὰ ταῖς Ἠδωνίσι καὶ ταῖς περὶ τὸν Αἷμον Θρῄσσαις ὅμοια δρῶσιν, ἀφʼ ὧν δοκεῖ καὶ τὸ θρησκεύειν ὄνομα ταῖς κατακόροις γενέσθαι καὶ περιέργοις ἱερουργίαις, ἡ δὲ Ὀλυμπιὰς μᾶλλον ἑτέρων ζηλώσασα τὰς κατοχάς καὶ τοὺς ἐνθουσιασμοὺς ἐξάγουσα βαρβαρικώτερον ὄφεις μεγάλους χειροήθεις ἐφείλκετο τοῖς θιάσοις, οἳ πολλάκις ἐκ τοῦ κιττοῦ καὶ τῶν μυστικῶν λίκνων παραναδυόμενοι καὶ περιελιττόμενοι τοῖς θύρσοις τῶν γυναικῶν καὶ τοῖς στεφάνοις ἐξέπληττον τοὺς ἄνδρας.
关于这些事情另有一种说法,即这一带的所有妇人自古以来便沉湎于俄耳甫斯秘仪以及关于狄奥尼索斯的狂欢祭礼,享有克洛多内斯和米玛洛内斯的称呼,其所行举止极多与厄多尼亚妇人以及海穆斯山周围的色雷斯妇人相似(人们认为,用于指称过度繁琐而探究诡异的祭祀仪式的“敬神[threskeuein]”一词,也是由此而来的);而奥林匹亚丝比其他人更为热衷于追随这种迷狂附体之态,并以更加野蛮粗狂的方式发泄其狂热,将驯养的大蛇牵引到祭仪队伍中;那些蛇常常从常春藤和神秘簸箕中探出身来,缠绕在妇人们的酒神杖与花冠上,使男人们惊骇不已。
- 2.1Ἀλέξανδρος ὅτι
句首的 Ἀλέξανδρος 属于先取构词(prolepsis),即从属从句 ὅτι ἦν 的主语被提至连词之前。主句的核心结构为 ὅτι ... τῶν πάνυ πεπιστευμένων ἐστί(“……属于公认确凿之事”)。
- 2.2ἔδοξε βροντῆς γενομένης ἐμπεσεῖν
ἔδοξε 在此处并非无人称用法,而是以 ἡ νύμφη 为主语的有人称结构(“新娘觉得/梦见……”),后接不定式 ἐμπεσεῖν 以及随后的 διαλυθῆναι 以陈述梦境内容。
- 2.3ὡς ἀκριβεστέρας φυλακῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸν γάμον
由 ὡς 引导的属格绝对构式,表达占卜者所认为的主观理由。主语为 τὰ περὶ τὸν γάμον,分词为 δεομένων(支配属格补足语 ἀκριβεστέρας φυλακῆς),τῷ Φιλίππῳ 则是关涉与格(“对腓力而言”)。
- 2.4εἴτε τὴν ὁμιλίαν ὡς κρείττονι συνούσης ἀφοσιούμενον
由 εἴτε ... εἴτε ... 引导的两个并列原因解释。与前一分支的宾格分词 δείσαντα 相同,后一分支的 ἀφοσιούμενον 也是宾格分词(修饰不定式 φοιτᾶν 所隐含的宾格主语腓力)。ὡς κρείττονι συνούσης 则是指代妻子的属格结构,表示她正与更尊贵的存在交往。
