← 普鲁塔克

亚历山大大帝传

§28.1-28.3

自诩神性与将其作为统治工具的态度

本段记叙了亚历山大在面对异族人和希腊人时对自身神化形象的不同运用,并通过其负伤时的言辞以及与阿那克萨库斯的问答等轶事,阐明他并未自欺狂妄,而是将神性名望作为统治他人的工具。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

καθόλου δὲ πρὸς μὲν τοὺς βαρβάρους σοβαρὸς ἦν καὶ σφόδρα πεπεισμένῳ1 περὶ τῆς ἐκ θεοῦ γενέσεως καὶ τεκνώσεως ὅμοιος, τοῖς δὲ Ἕλλησι μετρίως καὶ ὑποφειδομένως ἑαυτὸν ἐξεθείαζε πλὴν περὶ Σάμου γράφων Ἀθηναίοις, ἐγὼ μὲν οὐκ ἂν, φησὶν, ὑμῖν ἐλευθέραν πόλιν ἔδωκα καὶ ἔνδοξον ἔχετε δὲ αὐτὴν λαβόντες παρὰ τοῦ τότε κυρίου καὶ πατρὸς ἐμοῦ προσαγορευομένου, λέγων τὸν Φίλιππον.

总的来说,他对异族人态度傲岸,宛如深信自己是由神所生、由神受孕之人;但对希腊人,他只是适度而有所保留地神化自己。唯独在就萨摩斯岛一事写信给雅典人时例外: “我本人,”他说,“绝不会给你们一座自由而显赫的城邦;但你们如今占有它,是从当时的统治者、被称为我父亲的人那里得来的,”指的便是腓力。

§28.2

ὕστερον δὲ πληγῇ περιπεσὼν ὑπὸ τοξεύματος καὶ περιαλγὴς γενόμενος, τοῦτο μὲν εἶπεν, ὦ φίλοι, τὸ ῥέον αἷμα, καὶ οὐκ "ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν." ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτὸν, μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;2 γελάσας ἐκεῖνος, οὐ βούλομαι γὰρ, εἶπε, φοβερὸς εἶναι τοῖς φίλοις, ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾷς ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς.

后来,他中箭负伤,痛苦难忍, “朋友们,这流出来的,”他说,“是血,而不是 ‘在享福的众神体内流淌的那种神血’。” 又有一次,天空雷声大作,众人皆惊骇失色,在场的哲人阿那克萨库斯对他说: “宙斯之子啊,你也能做出这等大事吗?” 他笑着,“因为我并不想,”他说,“让我的朋友们畏惧我,正如你怂恿我做的那样——你见餐桌上摆放的是鱼而不是总督们的头颅,便来贬低我的晚宴。”

§28.3

τῷ γὰρ ὄντι λέγεται τὸν Ἀνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις διώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων. ὁ δʼ οὖν Ἀλέξανδρος καὶ ἀπὸ τῶν εἰρημένων δῆλός ἐστιν αὐτὸς οὐδὲν πεπονθὼς οὐδὲ τετυφωμένος,3 ἀλλὰ τοὺς ἄλλους καταδουλούμενος τῇ δόξῃ τῆς θειότητος.

事实上据说,当国王派人把几尾小鱼送给赫菲斯提昂时,阿那克萨库斯就曾说过前述那番话,仿佛是在贬损和讥刺那些历经巨大辛劳与危险去追求显赫之物的人,认为他们在快乐与享受方面并不比常人更多,即便有也微乎其微。总之,从这些言论中也可以清楚看出,亚历山大本人丝毫没有受到蒙蔽,也没有变得狂妄自大,而是利用神圣的名望来役使他人。

语法注3 条
  1. 28.1πεπεισμένῳ

    由形容词 ὅμοιος(与……相似)所支配的与格。在语境中用作名词性成分,指代泛称的人,意为“宛如一个坚信自己源于神明的人”。

  2. 28.2μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;

    省略了谓语动词(如 ποιεῖς 或 ποιήσειας)的口语式省略疑问句。小词组合 μή τι 带有试探或反讽意味(“难道你也能做出这等事吗?”)。ὁ τοῦ Διός 是同位语/呼格性质的名词短语(“宙斯之子”)。

  3. 28.3δῆλός ἐστιν αὐτὸς οὐδὲν πεπονθὼς οὐδὲ τετυφωμένος

    希腊语中典型的对人句构(personal construction),用以代替非人称结构(δῆλόν ἐστιν 加不定式)。形容词 δῆλος 和分词 πεπονθώς、τετυφωμένος 在性、数、格上均与主语 Ἀλέξανδρος 保持主格一致,意为“亚历山大显然没有受到……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:28.1-28.3