- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在神异的风雨和乌鸦指引下穿过沙漠抵达阿蒙神谕所,祭司向他致以神子之礼并预言了他对世界的统治。文中还记载了祭司言语失误的轶事以及亚历山大关于神为全人类之父的哲学见解。
ἐν γοῦν τῇ τότε πορείᾳ τὰ συντυχόντα ταῖς ἀπορίαις παρὰ τοῦ θεοῦ βοηθήματα τῶν ὑστέρων χρησμῶν ἐπιστεύθη μᾶλλον1 τρόπον δέ τινα καὶ τοῖς χρησμοῖς ἡ πίστις ἐκ τούτων ὑπῆρξε, πρῶτον μὲν γὰρ ἐκ Διὸς ὕδωρ πολὺ καὶ διαρκεῖς ὑετοὶ γενόμενοι τόν τε τῆς δίψης φόβον ἔλυσαν, καὶ τὴν ξηρότητα κατασβέσαντες τῆς ἄμμου, νοτερᾶς γενομένης καὶ πρὸς αὑτὴν ξυμπεσούσης, εὔπνουν τόν ἀέρα καὶ καθαρώτερον παρέσχον.
至少在当时的那次行军中,困境中上天所赐的救助比后来的神谕更为人所信服;而在某种程度上,人们对神谕的信任也正是由此而生。首先,从宙斯那里降下了丰沛的雨水和连绵的降雨,不仅消除了他们对干渴的恐惧,而且平息了沙地的干燥,使沙粒变得湿润并相互紧实结块,令空气变得清爽宜人、更为澄澈。
ἔπειτα τῶν ὅρων, οἵπερ ἦσαν τοῖς ὁδηγοῖς, συγχυθέντων καὶ πλάνης οὔσης καὶ διασπασμοῦ τῶν βαδιζόντων διὰ τὴν ἄγνοιαν, κόρακες ἐκφανέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πορείας, ἑπομένων μὲν ἔμπροσθεν πετόμενοι καὶ σπεύδοντες, ὑστεροῦντας δὲ καὶ βραδύνοντας ἀναμένοντες· ὃ δὲ ἦν θαυμασιώτατον, ὡς Καλλισθένης φησί, ταῖς φωναῖς ἀνακαλούμενοι τοὺς πλανωμένους νύκτωρ καὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆς πορείας. ἐπεὶ δὲ διεξελθὼν τὴν ἔρημον ἧκεν εἰς τόν τόπον, ὁ μὲν προφήτης αὐτὸν ὁ Ἄμμωνος ἀπὸ τοῦ θεοῦ χαίρειν, ὡς ἀπὸ πατρὸς, προσεῖπεν ὁ δὲ ἐπήρετο μή τις αὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸς φονέων.2
接着,当向导们的标记被抹去,行军者因不知道路而迷途离散时,出现的乌鸦承担起了带路的职责,当众人跟进时它们便在前方急飞引路,而当众人落后放慢脚步时它们便停下等候;最令人惊叹的是,如卡利斯提尼所说,它们在夜间用啼叫声唤回迷路的人,通过呼鸣将他们带回行军的正道。而当他穿过沙漠来到该地时,阿蒙的先知代神向他致意,犹如来自父亲一般;他则询问,谋害他父亲的凶手里是否有人逃脱了他。
εὐφημεῖν δὲ τοῦ προφήτου κελεύσαντος, οὐ γὰρ εἶναι πατέρα θνητὸν αὐτῷ, μεταβαλὼν ἐπυνθάνετο, τοὺς Φιλίππου φονεῖς εἰ πάντας εἴη τετιμωρημένος εἶτα περὶ τῆς ἀρχῆς, εἰ πάντων αὐτῷ δίδωσιν ἀνθρώπων κυρίῳ γενέσθαι, χρήσαντος δὲ τοῦ θεοῦ καὶ τοῦτο διδόναι καὶ Φίλιππον ἀπέχειν ἔκπλεω τὴν δίκην, ἐδωρεῖτο τόν θεὸν ἀναθήμασι λαμπροῖς καὶ χρήμασι τοὺς ἀνθρώπους.
先知吩咐他慎言,因为他并无凡人父亲,于是他改变言辞,询问是否已经惩处了腓力的全部凶手;随后又询问统治权,神是否赐予他成为全人类的主人。当神降下神谕表示这也应允,并且腓力已得到了充分的报应时,他便以华丽的供品敬献给神,用钱财赏赐众人。
ταῦτα περὶ τῶν χρησμῶν οἱ πλεῖστοι γράφουσιν αὐτὸς δὲ Ἀλέξανδρος ἐν ἐπιστολῇ πρὸς τὴν μητέρα φησὶ γεγονέναι τινὰς αὐτῷ μαντείας ἀπορρήτους, ἃς αὐτὸς ἐπανελθὼν φράσει πρὸς μόνην ἐκείνην. ἔνιοι δέ φασι τόν μὲν προφήτην Ἑλληνιστὶ βουλόμενον προσειπεῖν μετά τινος φιλοφροσύνης ὦ παιδίον, ἐν τῷ τελευταίῳ τῶν φθόγγων ὑπὸ βαρβαρισμοῦ πρὸς τὸ σίγμα ἐξενεχθῆναι καὶ εἰπεῖν, ὧ παιδίος, ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμενον,3 ἀσμένῳ δὲ τῷ Ἀλεξάνδρῳ τὸ σφάλμα τῆς φωνῆς γενέσθαι καὶ διαδοθῆναι λόγον ὡς παῖδα Διὸς αὐτὸν τοῦ θεοῦ προσειπόντος.
关于这些神谕,大多数史家都是如此记载的;但亚历山大自己在写给母亲的信中说,他获得了一些不可泄露的密谕,他回国后只对她一人言明。还有人说,先知本想用希腊语怀着某种亲善之意对他致意道: “啊,孩子,”却因言语粗疏而在最后一个音节滑向了西格玛,说成: “啊,派迪奥斯,”即用西格玛代替了纽,而这一语音上的失误深得亚历山大之心,由此流传开一种说法,称神称呼他为宙斯之子。
λέγεται δὲ καὶ Ψάμμωνος ἐν Αἰγύπτῳ τοῦ φιλοσόφου διακούσας ἀποδέξασθαι μάλιστα τῶν λεχθέντων, ὅτι πάντες οἱ ἄνθρωποι βασιλεύονται ὑπὸ θεοῦ· τὸ γὰρ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν θεῖόν ἐστιν ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων φιλοσοφώτερον δοξάζειν καὶ λέγειν,4 ὡς πάντων μὲν ὄντα κοινὸν ἀνθρώπων πατέρα τόν θεόν, ἰδίους δὲ ποιούμενον ἑαυτοῦ τοὺς ἀρίστους.
据说,他在埃及聆听哲学家普萨蒙的教诲时,在所论述的各点中最赞同这一观点,即所有的人都受神的统治,因为每个人体内统领与主导的力量皆是神性的;然而他自己在此事上持有更为哲理性的见解并说道:神固然是所有人类共同的父亲,但他将最优秀者纳为自己特有的子嗣。
- 27.1τῶν ὑστέρων χρησμῶν ἐπιστεύθη μᾶλλον
比较属格 τῶν ὑστέρων χρησμῶν 依附于比较级副词 μᾶλλον,意为“(神明的援助)比后来的神谕更为人确信”。被动动词 ἐπιστεύθη 的主语是中性复数名词 τὰ βοηθήματα,依希腊语通则搭配单数动词。
- 27.3μή τις αὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸς φονέων
连词 μή 引导带有担忧或顾虑色彩的间接疑问句(“其父的凶手里是否有人逃脱了他”)。由于主句动词 ἐπήρετο 为过去时态,从属分句采用了迂回式完成时希求法(διαπεφευγὼς εἴη)。
- 27.5ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμενον
宾格分词 χρησάμενον 与前文不定式 ἐξενεχθῆναι καὶ εἰπεῖν 的逻辑主语 τὸν προφήτην 一致。该处记述了语音误读:先知将词尾的 ν 误念为 σ,把 ὦ παιδίον(“啊,孩子”)说成了 ὦ παιδίος,在希腊人听来恰好如同 ὦ παῖ Διός(“宙斯之子”)。
- 27.6ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων φιλοσοφώτερον δοξάζειν καὶ λέγειν
在依附于人称被动式 λέγεται 的不定式结构中,与前文主格分词 διακούσας 一样,不定式 δοξάζειν καὶ λέγειν 搭配与主语一致的主格 αὐτός。这种强调用法起强调对比作用(“他自己则持有……”),凸显了亚历山大本人与前述哲学家观点的不同。
