- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:26.1-26.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大将《伊利亚特》珍藏在大流士的宝匣中,并依照梦中荷马诗句的指引,在法罗斯岛附近筹划建立亚历山大里亚。占卜官将鸟群啄食大麦粉轮廓的异象解释为吉兆后,他克服沙漠的重重凶险启程前往阿蒙神殿。
κιβωτίου δέ τινος αὐτῷ προσενεχθέντος, οὗ πολυτελέστερον οὐδὲν ἐφάνη τοῖς τὰ Δαρείου χρήματα καὶ τὰς ἀποσκευὰς παραλαμβάνουσιν,1 ἠρώτα τοὺς φίλους ὅ τι δοκοίη μάλιστα τῶν ἀξίων σπουδῆς εἰς αὐτὸ καταθέσθαι· πολλὰ δὲ πολλῶν λεγόντων αὐτὸς ἔφη τὴν Ἰλιάδα φρουρήσειν ἐνταῦθα καταθέμενος.
当一只小匣子被送到他面前时,在接管大流士财物和辎重的人看来,没有比它更珍贵的了,于是他询问朋友们,在值得看重的事物中,把什么放进其中最为妥当。许多人提出了许多意见,他自己则说,要把《伊利亚特》存放在那里加以保管。
καὶ ταῦτα μὲν οὐκ ὀλίγοι τῶν ἀξιοπίστων μεμαρτυρήκασιν. εἰ δʼ, ὅπερ Ἀλεξανδρεῖς λέγουσιν Ἡρακλείδῃ πιστεύοντες, ἀληθές ἐστιν, οὔκουν ἀργὸς οὐδὲ ἀσύμβολος αὐτῷ συστρατεύειν ἔοικεν Ὅμηρος, λέγουσι γὰρ ὅτι τῆς Αἰγύπτου κρατήσας ἐβούλετο πόλιν μεγάλην καὶ πολυάνθρωπον Ἑλληνίδα συνοικίσας ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν, καί τινα τόπον γνώμῃ τῶν ἀρχιτεκτόνων ὅσον οὐδέπω διεμετρεῖτο καὶ περιέβαλλεν.2
这件事有许多可靠的人作证。但如果亚历山大里亚人听信赫拉克莱德斯所说的话是真实的,那么荷马看来绝非他军旅中游手好闲或毫无贡献的同袍。因为他们说,征服埃及之后,他希望建立并留下一座以自己命名、人口众多的希腊大城,并且遵照建筑师们的意见,正打算丈量并圈定某一地点。
εἶτα νύκτωρ κοιμώμενος ὄψιν εἶδε θαυμαστήν ἀνὴρ πολιὸς εὖ μάλα τὴν κόμην καὶ γεραρὸς τὸ εἶδος ἔδοξεν αὐτῷ παραστὰς λέγειν τὰ ἔπη τάδε· "νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλήσκουσιν." εὐθὺς οὖν ἐξαναστὰς ἐβάδιζεν ἐπὶ τὴν Φάρον, ἣ τότε μὲν ἔτι νῆσος ἦν, τοῦ Κανωβικοῦ μικρὸν ἀνωτέρω στόματος, νῦν δὲ διὰ χώματος ἀνείληπται πρὸς τὴν ἤπειρον.
随后,他在夜间就寝时看见了一幅奇妙的异象:一个须发皆白、容貌威严的长者仿佛站在他身边,念诵着以下诗句: “随后在波涛汹涌的海中有一座岛屿, 在埃及的前方;人们称它为法罗斯。” 于是他一醒来便立刻前往法罗斯,那里在当时还是一座岛,位于卡诺布斯河口稍上方,如今已通过长堤与大陆相连。
ὡς οὖν εἶδε τόπον εὐφυΐᾳ διαφέροντα ταινία γάρ ἐστιν ἰσθμῷ πλάτος ἔχοντι σύμμετρον ἐπιεικῶς διείργουσα λίμνην τε πολλὴν καὶ θάλασσαν ἐν λιμένι μεγάλῳ τελευτῶσαν, εἰπὼν ὡς Ὅμηρος ἦν ἄρα τά τε ἄλλα θαυμαστὸς καὶ σοφώτατος ἀρχιτέκτων, ἐκέλευσε διαγράψαι τὸ σχῆμα τῆς πόλεως τῷ τόπῳ συναρμόττοντας.
因此,当他看到这一地理条件极为优越的地点时——因为这是一条狭长的陆地,以宽度相当适中的地峡将辽阔的湖泊与终止于大港口的海洋分隔开来——他说道,荷马果然不仅在其他方面令人赞叹,而且是一位极其明智的建筑家,并下令让他们顺应地形描摹出城市的轮廓。
καὶ γῆ μὲν οὐ παρῆν λευκή, τῶν δὲ ἀλφίτων λαμβάνοντες ἐν πεδίῳ μελαγγείῳ κυκλοτερῆ κόλπον ἦγον, οὗ τὴν ἐντὸς περιφέρειαν εὐθεῖαι βάσεις ὥσπερ ἀπὸ κρασπέδων εἰς σχῆμα χλαμύδος ὑπελάμβανον, ἐξ ἴσου συνάγουσαι τὸ μέγεθος,3 ἡσθέντος δὲ τῇ διαθέσει τοῦ βασιλέως αἰφνίδιον ὄρνιθες ἀπὸ τοῦ ποταμοῦ καὶ τῆς λίμνης, πλήθει τε ἄπειροι καὶ κατὰ γένος παντοδαποὶ καὶ μέγεθος, ἐπὶ τὸν τόπον καταίροντες νέφεσιν ἐοικότες οὐδὲ μικρὸν ὑπέλιπον τῶν ἀλφίτων, ὥστε καὶ τὸν Ἀλέξανδρον διαταραχθῆναι πρὸς τὸν οἰωνόν.
由于手头没有白垩,他们便取了大麦粉,在黑土平原上划出一个圆弧形的凹弯,直线的基底仿佛从下摆伸展而出,接续其内部的圆周,使其形成一件短斗篷的形状,将整个规模均等地收束起来。正当国王为这一布局感到欣喜时,河上与湖里的鸟群突然以无穷的数量、各异的种类和大小降临该地,犹如云雾一般,没有留下丁点大麦粉,以至于亚历山大也对这一征兆感到不安。
πται πρὸς τὴν ἤπειρον. οὐ μὴν ἀλλὰ4 τῶν μάντεων θαρρεῖν παραινούντων πολυαρκεστάτην γὰρ οἰκίζεσθαι πόλιν ὑπʼ αὐτοῦ, καὶ παντοδαπῶν ἀνθρώπων ἐσομένην τροφόν ἔργου κελεύσας ἔχεσθαι τοὺς ἐπιμελητάς αὐτὸς ὥρμησεν εἰς Ἄμμωνος, ὁδὸν μακρὰν καὶ πολλὰ μὲν ἔχουσαν ἐργώδη καὶ ταλαίπωρα, κινδύνους δὲ δύο, τὸν μὲν ἀνυδρίας, διʼ ἣν ἔρημός ἐστιν οὐκ ὀλίγων ἡμερῶν, τὸν δέ, εἰ λάβρος ἐν ἄμμῳ βαθείᾳ καὶ ἀχανεῖ πορευομένοις ἐπιπέσοι νότος,5 ὥς που καὶ πάλαι λέγεται περὶ τὸν Καμβύσου στρατὸν, ἀναστήσας θῖνα μεγάλην καὶ κυματώσας τὸ πεδίον μυριάδας ἀνθρώπων πέντε καταχῶσαι καὶ διαφθεῖραι.
与大陆相连。然而,鉴于占卜官们劝他放心——因为他所建的将是一座极其自给自足、养育各类人群的城市——他便下令让主持官员们抓紧工程,自己则启程前往阿蒙神谕所。这是一段漫长的旅程,不仅充满许多劳苦和艰辛,而且潜藏着两大危险:其一是缺水,由于缺水,数日之久皆是荒漠;其二则是,如果在深邃无垠的沙海中行进时遭遇狂暴的南风,正如古来关于冈比西斯军队所传闻的那样,大风卷起巨大的沙丘并使平原如波涛起伏,将五万人掩埋摧毁。
ταῦτα πάντα σχεδὸν πάντες ἐλογίζοντο, χαλεπὸν δὲ ἦν Ἀλέξανδρον ἀποτρέψαι πρὸς ὁτιοῦν ὡρμημένον. ἥ τε γὰρ τύχη ταῖς ἐπιβολαῖς ὑπείκουσα τὴν γνώμην ἰσχυρὰν ἐποίει, καὶ τὸ θυμοειδὲς ἄχρι τῶν πραγμάτων ὑπεξέφερε τὴν φιλονεικίαν ἀήττητον, οὐ μόνον πολεμίους, ἀλλὰ καὶ τόπους καὶ καιροὺς καταβιαζομένην.
几乎所有人都考虑到了这些,但要使亚历山大在奔向任何目标时折返都是困难的。因为命运屈服于他的进取心,使他的决心变得坚不可摧,而他的血气更将那股好胜心推向事物的极致且未尝败绩,不仅强力压倒了敌人,而且克服了地理与时机的阻碍。
- 26.1οὗ πολυτελέστερον οὐδὲν ἐφάνη τοῖς τὰ Δαρείου χρήματα καὶ τὰς ἀποσκευὰς παραλαμβάνουσιν
关系代词 οὗ 为比较属格,指代先行词 κιβωτίου(“没有比它更珍贵的”)。与格分词短语 τοῖς... παραλαμβάνουσιν 用作评判与格(dativus iudicantis),表示判断的主体。
- 26.2ὅσον οὐδέπω διεμετρεῖτο καὶ περιέβαλλεν
ὅσον οὐδέπω 为固定习语,意为“几乎立刻”、“即将”。未完成过去时动词 διεμετρεῖτο(中动)与 περιέβαλλεν(主动)表达迫在眉睫或正欲着手动作的企图未完成过去时(conative imperfect)。
- 26.5οὗ τὴν ἐντὸς περιφέρειαν εὐθεῖαι βάσεις ὥσπερ ἀπὸ κρασπέδων εἰς σχῆμα χλαμύδος ὑπελάμβανον, ἐξ ἴσου συνάγουσαι τὸ μέγεθος
οὗ 是指代 κυκλοτερῆ κόλπον 的属格关系代词。主语为 εὐθεῖαι βάσεις(直线的底边),及物动词 ὑπελάμβανον 的宾语是 τὴν ἐντὸς περιφέρειαν(内部的周缘)。该句描述直线基底如何从边缘收束圆弧,从而使整体呈现出短斗篷(chlamys)的梯形形状。
- 26.6πται πρὸς τὴν ἤπειρον. οὐ μὴν ἀλλὰ
此处的 πται πρὸς τὴν ἤπειρον 属于抄本流传中对前段末尾 ἀνείληπται πρὸς τὴν ἤπειρον 的重复衍文(dittography)。句子的实际语法骨架始于 οὐ μὴν ἀλλά(“然而”),包含属格独立结构 τῶν μάντεων... παραινούντων,并由分词短语 κελεύσας 引导至主句动词 αὐτὸς ὥρμησεν。
- 26.6τὸν δέ, εἰ λάβρος ἐν ἄμμῳ βαθείᾳ καὶ ἀχανεῖ πορευομένοις ἐπιπέσοι νότος
τὸν δέ 与 τὸν μέν 相对,作前文 κινδύνους δύο 的同位语。其具体内容由 εἰ... ἐπιπέσοι(过去祈愿语气)引导的条件句展开,修饰后文的不定词 καταχῶσαι καὶ διαφθεῖραι,表示“一旦遭遇狂暴南风则可能将人掩埋摧毁的危险”。
