- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大通过更改历法使阿里斯坦德罗斯的预言得以实现,并成功攻破蒂尔。在随后的加沙围城战中,神鸟征兆再次应验,他负伤克城,并向曾告诫他节约香料的启蒙导师莱昂尼达斯赠送了大量香料。
ἡ δὲ πολιορκία τοιοῦτον ἔσχε πέρας, Ἀλεξάνδρου τὴν μὲν πολλὴν τῆς δυνάμεως ἀναπαύοντος ἀπὸ πολλῶν ἀγώνων τῶν ἔμπροσθεν, ὀλίγους δέ τινας, ὡς μὴ σχολάζοιεν οἱ πολέμιοι, τοῖς τείχεσι προσάγοντος, Ἀρίστανδρος ὁ μάντις ἐσφαγιάζετο καὶ τὰ σημεῖα κατιδὼν θρασύτερον διωρίσατο πρὸς τοὺς παρόντας ἐν ἐκείνῳ τῷ μηνὶ πάντως ἁλώσεσθαι τὴν πόλιν.
围攻以如下的方式告终。当亚历山大因前此多次奋战而让主力部队休整,仅派少数人进逼城墙以免敌军歇息时,预言家阿里斯坦德罗斯主持了祭牲占卜,看明征兆后便对在场者大胆断言,该城必在该月之内被攻破。
γενομένου δὲ χλευασμοῦ καὶ γέλωτος ἦν γὰρ ἡ τελευταία τοῦ μηνὸς ἡμέρα, διηπορημένον αὐτόν ἰδὼν ὁ βασιλεύς καὶ συμφιλοτιμούμενος ἀεὶ τοῖς μαντεύμασιν ἐκέλευε μηκέτι τριακάδα τὴν ἡμέραν ἐκείνην, ἀλλὰ τρίτην φθίνοντος ἀριθμεῖν·1 καὶ τῇ σάλπιγγι σημήνας ἀπεπειρᾶτο τῶν τειχῶν ἐρρωμενέστερον ἤπερ ἐξ ἀρχῆς διενοήθη. γενομένης δὲ λαμπρᾶς ἐπιβολῆς καὶ μηδὲ τῶν ἐπὶ στρατοπέδου καρτερούντων, ἀλλὰ συντρεχόντων καὶ προσβοηθούντων, ἀπεῖπον οἱ Τύριοι· καὶ τὴν πόλιν εἷλε κατʼ ἐκείνην τὴν ἡμέραν.
然而随即便招致了嘲笑与讥讽,因为那是当月的最后一天;国王见他陷入困顿,又一向乐于维护预言的效力,便下令不再将该日算作三十日,而算作下弦第三日(二十八日)。随后他吹号发出信号,比原先打算的更为猛烈地攻打城墙。由于发起了一场声势浩大的猛攻,营地里的人也按捺不住,纷纷奔来助战,蒂尔人遂支撑不住;他就在当天攻陷了这座城市。
μετὰ δὲ ταῦτα πολιορκοῦντι Γάζαν αὐτῷ, τῆς Συρίας μεγίστην πόλιν, ἐμπίπτει βῶλος εἰς τὸν ὦμον ἀφεθεὶς ἄνωθεν ὑπὸ ὄρνιθος, ὁ δὲ ὄρνις ἐφʼ ἓν τῶν μηχανημάτων καθίσας ἔλαθεν ἐνσχεθεὶς2 τοῖς νευρίνοις κεκρυφάλοις, οἷς πρὸς τὰς ἐπιστροφὰς τῶν σχοινίων ἐχρῶντο.
在此之后,当他围攻叙利亚最大的城市加沙时,一只鸟从上方落下一块土块砸中了他的肩膀;而那只鸟停在其中一架攻城机械上,不知不觉被用来卷紧绳索的筋腱制网绳给缠住了。
καὶ τὸ σημεῖον ἀπέβη κατὰ τὴν Ἀριστάνδρου πρόρρησιν ἐτρώθη μὲν γὰρ Ἀλέξανδρος εἰς τὸν ὦμον, ἔλαβε δὲ τὴν πόλιν. ἀποστέλλων δέ πολλὰ τῶν λαφύρων Ὀλυμπιάδι καὶ Κλεοπάτρᾳ καὶ τοῖς φίλοις, κατέπεμψε καὶ Λεωνίδῃ τῷ παιδαγωγῷ τάλαντα λιβανωτοῦ πεντακόσια καὶ σμύρνης ἑκατόν, ἀναμνησθεὶς παιδικῆς ἐλπίδος.
这桩征兆正如阿里斯坦德罗斯所预言的那样应验了;因为亚历山大确实肩部负伤,但他夺取了这座城市。在把许多战利品送给奥林匹亚丝、克娄巴特拉以及朋友们的同时,他也给幼年导师莱昂尼达斯送去了五百塔兰同的乳香和一百塔兰同的没药,这是想起了少年时期的一段心愿。
ὁ γὰρ Λεωνίδης, ὡς ἔοικεν, ἐν θυσίᾳ ποτὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιδραξάμενον ἀμφοτέραις ταῖς χερσὶ καὶ καθαγίσαντα τοῦ θυμιάματος,3 ὅταν ἔφη, τῆς ἀρωματοφόρου κρατήσῃς, Ἀλέξανδρε, πλουσίως οὕτως ἐπιθυμιάσεις· νῦν δὲ φειδομένως χρῶ τοῖς παροῦσι. τότε οὖν Ἀλέξανδρος ἔγραψε πρὸς αὐτόν ἀπεστάλκαμέν σοι λιβανωτὸν ἄφθονον καὶ σμύρναν, ὅπως παύσῃ πρὸς τοὺς θεοὺς μικρολογούμενος.4
原来莱昂尼达斯有一次在祭祀时,见亚历山大双手抓满香料尽情焚献,据说曾对他说: “亚历山大,等你占领了出产香料的地方,再如此慷慨地焚香罢;现在应当节省使用现有的东西。” 于是亚历山大当时写信给他道: “我们已经送给你充裕的乳香和没药,好让你不再对诸神斤斤计较。”
- 25.2μηκέτι τριακάδα τὴν ἡμέραν ἐκείνην, ἀλλὰ τρίτην φθίνοντος ἀριθμεῖν
不定式 ἀριθμεῖν 受 ἐκέλευε 支配,τὴν ἡμέραν ἐκείνην 为其宾语,μηκέτι τριακάδα 与 τρίτην φθίνοντος 充当述语宾格。在雅典历法中,月的最后一天称为“三十日”(τριακάς),其前两天称为“下弦第三日”(τρίτη φθίνοντος,即二十八日),故此处指亚历山大下令将历法倒回两天。
- 25.3ἔλαθεν ἐνσχεθεὶς
λανθάνω 搭配分词(ἐνσχεθεὶς,为 ἐνέχω 的不定过去时被动分词)的惯用构词,表示动作在不知不觉中发生,意为该鸟不知不觉被缠住。
- 25.5καθαγίσαντα τοῦ θυμιάματος
动词 καθαγίζω 意为“祭献、焚献”。其支配的属格 τοῦ θυμιάματος 为部分属格,作其宾语(“焚献了香料的一部分”),与前方的分词 ἐπιδραξάμενον(“两手抓取”)相呼应。
- 25.5ὅπως παύσῃ πρὸς τοὺς θεοὺς μικρολογούμενος
由 ὅπως 接虚拟式(παύσῃ,第二人称单数不定过去时中间态虚拟式)构成的目的从句。动词 παύομαι(停止)后接补充性分词(μικρολογούμενος),意为“使你不再对神明锱铢必较/吝啬”。
