- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:24.1-24.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊苏斯战后,亚历山大攻占大马士革并缴获巨量财富,随即进军腓尼基围攻蒂尔。文中记述了围城期间吉兆的梦境、蒂尔人捆缚阿波罗神像的轶事,以及他在进讨邻近阿拉伯人时冒着危险救助年迈导师吕西马库斯的英勇事迹。
μετὰ δὲ τὴν μάχην τὴν ἐν Ἰσσῷ πέμψας εἰς Δαμασκόν ἔλαβε τὰ χρήματα καὶ τὰς ἀποσκευὰς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας τῶν Περσῶν. καὶ πλεῖστα μὲν ὠφελήθησαν οἱ τῶν Θεσσαλῶν ἱππεῖς· τούτους γὰρ ἄνδρας ἀγαθοὺς διαφερόντως ἐν τῇ μάχῃ γενομένους ἔπεμψεν ἐπίτηδες ὠφεληθῆναι βουλόμενος· ἐνεπλήσθη δὲ καὶ τὸ λοιπὸν εὐπορίας στρατόπεδον.
在伊苏斯之战后,他派兵前往大马士革,缴获了波斯人的财物、辎重以及妇女儿童。色萨利骑兵获益最多;因为他们在战斗中表现得格外勇猛,他有意派他们前去,希望让他们获得战利品;军队的其余人员也都满载财物。
καὶ γευσάμενοι τότε πρῶτον οἱ Μακεδόνες χρυσοῦ καὶ ἀργύρου καὶ γυναικῶν καὶ διαίτης βαρβαρικῆς, ὥσπερ κύνες ἔσπευδον ἁψάμενοι στίβου διώκειν καὶ ἀνιχνεύειν τὸν τῶν Περσῶν πλοῦτον. οὐ μὴν ἀλλʼ Ἀλεξάνδρῳ πρῶτον ἐδόκει κρατύνεσθαι τὰ πρὸς θαλάσσῃ. Κύπρον μὲν οὖν εὐθὺς οἱ βασιλεῖς ἧκον ἐγχειρίζοντες αὐτῷ, καὶ Φοινίκην πλὴν Τύρου.
当时马其顿人第一次尝到了金银、妇女和蛮族生活方式的滋味,就像嗅到踪迹的猎犬一样,急迫地去追击和探寻波斯人的财富。 然而,亚历山大认为首要之务是巩固沿海地区。于是塞浦路斯的诸王立刻前来将全岛交归于他,除蒂尔之外的腓尼基也相继归降。
Τύρον δὲ πολιορκῶν ἑπτὰ μῆνας χώμασι καὶ μηχαναῖς καὶ τριήρεσι διακοσίαις ἐκ θαλάττης, ὄναρ εἶδε τὸν Ἡρακλέα δεξιούμενον αὐτὸν ἀπὸ τοῦ τείχους καὶ καλοῦντα. τῶν δὲ Τυρίων πολλοῖς κατὰ τοὺς ὕπνους ἔδοξεν ὁ Ἀπόλλων λέγειν ὡς ἄπεισι πρὸς Ἀλέξανδρον οὐ γὰρ ἀρέσκειν αὐτῷ τὰ πρασσόμενα κατὰ τὴν πόλιν.1
他在陆上利用土堤和攻城器械、在海上出动两百艘三列桨座战船围攻蒂尔达七个月之久,其间他在梦中看见赫拉克勒斯从城墙上伸出右手向他致意并召唤他。而在蒂尔人中,许多人也在睡眠中感到阿波罗对他们说,他要离去投向亚历山大,因为城里所做的事并不合他的心意。
ἀλλʼ αὐτοὶ μὲν ὥσπερ ἄνθρωπον αὐτομολοῦντα πρὸς τοὺς πολεμίους ἐπʼ αὐτοφώρῳ τὸν θεὸν εἰληφότες σειράς τε τῷ κολοσσῷ περιέβαλλον αὐτοῦ καὶ καθήλουν πρὸς τὴν βάσιν, Ἀλεξανδριστὴν καλοῦντες. ἑτέραν δὲ ὄψιν Ἀλέξανδρος εἶδε κατὰ τοὺς ὕπνους.
于是他们就像当场捕获了一个企图投敌叛变的人一样,用绳索将他的巨像捆缚起来并钉在基座上,称他为“亲亚历山大分子”。亚历山大在睡眠中还看到了另一幅景象。
σάτυρος αὐτῷ φανεὶς ἐδόκει προσπαίζειν πόρρωθεν, εἶτα βουλομένου λαβεῖν ὑπεξέφευγε· τέλος δὲ πολλὰ λιπαρήσαντος καὶ περιδραμόντος ἦλθεν εἰς χεῖρας. οἱ δὲ μάντεις τοὔνομα διαιροῦντες οὐκ ἀπιθάνως ἔφασαν αὐτῷ· σὴ γενήσεται Τύρος.2 καὶ κρήνην δέ τινα δεικνύουσι, πρὸς ἣν κατὰ τοὺς ὕπνους ἰδεῖν ἔδοξε τὸν Σάτυρον.
一个萨堤尔向他显现,仿佛在远处与他戏耍,当他想捉住他时便悄悄溜走;但最终在他百般恳求与奔逐之后落入了他的手中。预言家们将这个名字拆分开来,合乎情理地对他说: “蒂尔必将属于你(萨·蒂尔)。” 人们至今还指出有一处泉水,据说他在梦中正是在那里看见了萨堤尔。
διὰ μέσου δὲ τῆς πολιορκίας ἐπὶ τοὺς Ἄραβας τοὺς προσοικοῦντας τῷ Ἀντιλιβάνῳ στρατεύσας ἐκινδύνευσε διὰ τὸν παιδαγωγὸν Λυσίμαχον· ἐξηκολούθησε γὰρ αὐτῷ λέγων τοῦ Φοίνικος οὐκ εἶναι χείρων οὐδὲ πρεσβύτερος,3 ἐπεὶ δὲ πλησιάσας τοῖς ὀρεινοῖς καὶ τοὺς ἵππους ἀπολιπὼν πεζὸς ἐβάδιζεν, οἱ μὲν ἄλλοι πολὺ προῆλθον, αὐτὸς δὲ τὸν Λυσίμαχον, ἑσπέρας ἤδη καταλαμβανούσης καὶ τῶν πολεμίων ἐγγὺς ὄντων, ἀπαγορεύοντα καὶ βαρυνόμενον οὐχ ὑπομένων ἀπολιπεῖν, ἀλλʼ ἀνακαλούμενος καὶ παρακομίζων, ἔλαθε τοῦ στρατεύματος ἀποσπασθεὶς μετʼ ὀλίγων4 καὶ σκότους ἅμα καὶ ῥίγους σφοδροῦ νυκτερεύων ἐν χωρίοις χαλεποῖς.
在围城期间,他对居住在前黎巴嫩山附近的阿拉伯人发起征讨,却因他的养育导师吕西马库斯而陷入危险;因为吕西马库斯跟随他同行,声称自己既不比福尼克斯更弱,也不比他更老。当逼近山区并舍弃马匹步行前进时,其余的人都远远走到了前头;但他本人由于傍晚已然降临且敌人就在近旁,不忍舍弃疲惫不堪、步履艰难的吕西马库斯,反而不断呼唤鼓励并搀扶护送他,因而在不知不觉中与少数人脱离了大部队,在艰险的地势中冒着夜幕与严寒度夜。
εἶδεν οὖν πόρρω πυρὰ πολλὰ καιόμενα σποράδην τῶν πολεμίων, θαρρῶν δὲ τοῦ σώματος τῇ κουφότητι, καὶ τῷ πονεῖν αὐτὸς ἀεὶ παραμυθούμενος τὴν ἀπορίαν τῶν Μακεδόνων, προσέδραμε τοῖς ἔγγιστα πῦρ καίουσι· καὶ περικαθημένους τῇ πυρᾷ δύο βαρβάρους πατάξας τῷ ἐγχειριδίῳ καὶ δαλὸν ἁρπάσας ἧκε πρὸς τοὺς ἑαυτοῦ κομίζων, ἐγκαύσαντες δὲ πῦρ πολύ τοὺς μὲν εὐθὺς ἐφόβησαν ὥστε φυγεῖν, τοὺς δʼ ἐπιόντας ἐτρέψαντο, καὶ κατηυλίσθησαν ἀκινδύνως, ταῦτα μὲν οὖν Χάρης ἱστόρηκεν.
这时他看到远处零星燃着敌人的许多营火,由于对自身的敏捷充满自信,且一向亲自吃苦耐劳以慰勉马其顿人的艰难,便径直奔向离他最近的一处燃火者;他用匕首刺杀了围坐在营火旁的两个蛮族人,夺得一根火把带回给自己的随从。他们生起了一堆大火,顿时吓得一些敌人四散奔逃,又击溃了来攻之敌,从而安然露宿。这些便是哈勒斯所记载的事情。
- 24.3οὐ γὰρ ἀρέσκειν αὐτῷ τὰ πρασσόμενα κατὰ τὴν πόλιν
紧接着间接引语(ἔδοξεν ... λέγειν ὡς ἄπεισι...)之后、由 γάρ 引导的原因从句中,使用了不定式 ἀρέσκειν 而非直陈式动词。这是从属从句延续间接引语语气、转述阿波罗言辞理由的不定式结构。
- 24.5σὴ γενήσεται Τύρος
占卜家对 Σάτυρος(萨堤尔)一词所作的双关拆字解读,将其分为 Σὴ Τύρος(“蒂尔属于你”)。这是古典及希腊化时期梦占中常见的谐音拆字法。
- 24.6τοῦ Φοίνικος οὐκ εἶναι χείρων οὐδὲ πρεσβύτερος
τοῦ Φοίνικος 是由比较级 χείρων 和 πρεσβύτερος 所要求的比较属格。此处指的是荷马史诗中阿喀琉斯的年迈导师福尼克斯,吕西马库斯以此自拟为福尼克斯,将亚历山大比作阿喀琉斯。
- 24.7ἔλαθε τοῦ στρατεύματος ἀποσπασθεὶς μετʼ ὀλίγων
动词 λανθάνω 搭配补充成分分词 ἀποσπασθείς 的习惯构词,意为“在不知不觉中分离/落单”。表明亚历山大因全力照顾老导师,未察觉自己已与少数几人脱离了大部队。
