← 普鲁塔克

亚历山大大帝传

§23.1-23.6

亚历山大的日常生活与酒席习性

本段记叙了亚历山大闲暇时的日常作息、狩猎与研读等活动、对膳食分配的周全照料,以及他在酒席上好发长谈、流于自负和听信谄谀的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἦν δὲ καὶ πρός οἶνον ἧττον ἢ ἐδόκει καταφερής. ἔδοξε δὲ διὰ τὸν χρόνον ὃν οὐ πίνων μᾶλλον ἢ λαλῶν1 εἷλκεν ἐφʼ ἑκάστης κύλικος, ἀει μακρόν τινα λόγον διατιθέμενος, καὶ ταῦτα πολλῆς σχολῆς οὔσης, ἐπεὶ πρός γε τὰς πράξεις οὐκ οἶνος ἐκεῖνον, οὐχ ὕπνος, οὐ παιδιά τις, οὐ γάμος, οὐ θέα, καθάπερ ἄλλους στρατηγούς, ἐπέσχε.

他对饮酒的沉溺其实也不及人们所认为的那样深。之所以给人这种印象,是因为他在每一杯酒上延宕的时间,与其说是饮酒,不如说是交谈,总是发表长篇大论,而且这唯独发生在闲暇充裕之时;因为一旦付诸行动,无论是美酒、睡眠、嬉戏、婚事还是观剧,都绝不像阻碍其他将领那样阻挡得了他。

§23.2

δηλοῖ δὲ ὁ βίος, ὃν βιώσας βραχὺν παντάπασι, πλείστων καὶ μεγίστων πράξεων ἐνέπλησεν. ἐν δὲ ταῖς σχολαῖς πρῶτον μὲν ἀναστὰς καὶ θύσας τοῖς θεοῖς εὐθὺς ἠρίστα καθήμενος· ἔπειτα διημέρευε κυνηγῶν ἢ δικάζων ἢ συντάττων τι τῶν πολεμικῶν ἢ ἀναγινώσκων. εἰ δὲ ὁδὸν βαδίζοι μὴ λίαν ἐπείγουσαν, ἐμάνθανεν ἅμα πορευόμενος ἢ τοξεύειν ἢ ἐπιβαίνειν ἅρματος ἐλαυνομένου καὶ ἀποβαίνειν.

这一点由他的一生便可表明:他度过了极其短暂的一生,却使其充满最多且最伟大的功业。在闲暇之日,首先,他在起身向神祇献祭之后便立即坐着用早点;随后便以打猎、断案、整顿军事或阅读度过一日。如果在路上行进且行程并非格外紧迫,他还会边行进边练习射箭,或是从疾驰的战车上跃上跃下。

§23.3

πολλάκις δὲ παίζων καὶ ἀλώπεκας ἐθήρευε καὶ ὄρνιθας, ὡς ἔστι λαβεῖν ἐκ τῶν ἐφημερίδων, καταλύσας δὲ καὶ τρεπόμενος πρός λουτρὸν ἢ ἄλειμμα, τοὺς ἐπὶ τῶν σιτοποιῶν καὶ μαγείρων ἀνέκρινεν εἰ τὰ πρός τὸ δεῖπνον εὐτρεπῶς ἔχουσι. καὶ δειπνεῖν μὲν ὀψὲ καὶ σκότους ἤδη κατακλινόμενος ἤρχετο, θαυμαστὴ δὲ ἦν ἡ ἐπιμέλεια καὶ περίβλεψις ἐπὶ τῆς τραπέζης, ὅπως μηδὲν ἀνίσως μηδὲ ὀλιγώρως διανέμοιτο· τὸν δὲ πότον, ὥσπερ εἴρηται, μακρόν ὑπὸ ἀδολεσχίας ἐξέτεινε.

他也常常作为消遣而猎捕狐狸与禽鸟,这从皇家日记中便可查知;而在宿营并前去沐浴或涂油之时,他总要向掌管面包师与厨师的总管盘问晚餐之物是否已备齐妥当。他往往很晚才开始进餐,在天黑之时才落座就席;对于餐桌之事,他有着令人赞叹的细致与周全照看,务使任何食物都不致被分配得不均或怠慢;但他如前所述,会因高谈阔论而将酒宴拖得很长。

§23.4

καὶ τἆλλα πάντων ἥδιστος ὢν βασιλέων συνεῖναι καὶ χάριτος οὐδεμιᾶς ἀμοιρῶν, τότε ταῖς μεγαλαυχίαις ἀηδὴς ἐγίνετο καὶ λίαν στρατιωτικός, αὐτός τε πρός τὸ κομπῶδες ὑποφερόμενος καὶ τοῖς κόλαξιν ἑαυτὸν ἀνεικὼς ἱππάσιμον,2 ὑφʼ ὧν οἱ χαριέστεροι τῶν παρόντων ἐπετρίβοντο, μήτε ἁμιλλᾶσθαι τοῖς κόλαξι μήτε λείπεσθαι βουλόμενοι τῶν αὐτῶν ἐπαίνων, τὸ μὲν γὰρ αἰσχρὸν ἐδόκει, τὸ δὲ κίνδυνον ἔφερε.3

虽然在其他方面他是所有君王中最宜于相处的,绝不缺乏任何风雅亲和的魅力,但在这种时候,他却因夸夸其谈而变得令人生厌且兵痞气十足,不仅自己滑向自吹自擂,还让自己任由谄媚之徒信马由缰地驱策。这使得在场那些更具教养的人痛苦不堪,他们既不愿与那些谄谀者竞相逢迎,又不想在同样的赞美上有所逊色;因为前者看似可耻,后者却招致危险。

§23.5

μετὰ δὲ τὸν πότον λουσάμενος ἐκάθευδε πολλάκις μέχρι μέσης ἡμέρας· ἔστι δʼ ὅτε καὶ διημέρευεν ἐν τῷ καθεύδειν. αὐτὸς μὲν οὖν καὶ ὄψων ἐγκρατὴς ἦν, ὥστε καὶ τὰ σπανιώτατα πολλάκις τῶν ἀπὸ θαλάττης αὐτῷ κομιζομένων ἀκροδρύων καὶ ἰχθύων ἑκάστῳ διαπεμπόμενος τῶν ἑταίρων ἑαυτῷ μόνῳ μηδὲν καταλιπεῖν·

饮宴之后,他沐浴并往往睡到正午;有时甚至整日都在沉睡中度过。他自己对于珍馐美味十分节制,以至于海运而来的最罕见鲜果与鱼类送达时,他屡屡将其分赠给每一位同袍,自己却丝毫不留。

§23.6

τὸ μέντοι δεῖπνον ἦν ἀεὶ μεγαλοπρεπές, καὶ τοῖς εὐτυχήμασι τῆς δαπάνης ἅμα συναυξομένης τέλος εἰς μυρίας δραχμὰς προῆλθεν. ἐνταῦθα δὲ ἔστη, καὶ τοσοῦτον ὡρίσθη τελεῖν τοῖς ὑποδεχομένοις Ἀλέξανδρον.

然而他的晚餐历来极为丰盛,其开销伴随战功不断攀升,最终达到了万枚德拉克马。此后便止于这一数目,这遂被定为款待亚历山大之人应当承担的开销标准。

语法注3 条
  1. 23.1οὐ πίνων μᾶλλον ἢ λαλῶν

    否定词 οὐ 修饰 μᾶλλον,构成 οὐ μᾶλλον... ἤ 结构,意为“与其说是饮酒,不如说是交谈”。分词 πίνων 与 λαλῶν 相对比,表明他在酒席上耗费时间主要在于高谈阔论而非豪饮。

  2. 23.4τοῖς κόλαξιν ἑαυτὸν ἀνεικὼς ἱππάσιμον

    形容词 ἱππάσιμον(适于骑乘的、可策马驰骋的)在此作 ἑαυτόν 的谓词性宾补,配合分词 ἀνεικώς,字面意为“把自己放任为可任阿谄者骑乘驰骋的场地”,比喻他任由谄媚之徒牵着鼻子走或肆意逢迎摆布。

  3. 23.4τὸ μὲν γὰρ αἰσχρὸν ἐδόκει, τὸ δὲ κίνδυνον ἔφερε

    此处的 τὸ μέν 与 τὸ δέ 分别承接前文两个不定式短语:τὸ μέν 指代 ἁμιλλᾶσθαι τοῖς κόλαξι(与谄媚之徒竞相逢迎),认为此举可耻;τὸ δέ 指代 λείπεσθαι τῶν αὐτῶν ἐπαίνων(在称赞上落于人后),认为那会带来触怒君王的危险。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:23.1-23.6